Ancient Greek · ~5 min
Page 148
Joannes Philoponus Phil., De aeternitate mundi 148
Not analysed yet
τρίτῳ δὲ καὶ τῷ τετάρτῳ σημαινομένῳ καὶ Πρόκλος συγκατατίθεται· οὕτως γὰρ καὶ αὐτός φησιν τὸν Πλάτωνα γενητὸν λέγειν τὸν κόσμον οὐχ ὡς ἀρχὴν τοῦ εἶναι εἰληφότα, ἀλλ' ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, καὶ ἔτι γενητὸν ὡς ὑπὸ θεοῦ γενόμενον καὶ οὐκ αὐτὸν ἑαυτῷ τοῦ εἶναι αἴτιον ὄντα, ὅπερ ἐστὶν τὸ κατ' αἰτίαν γενητὸν εἶναι. καὶ ὁ Πορφύριος δὲ πρὸς τοῖς ὑπὸ τοῦ Ταύρου κατηριθμημένοις καὶ ἕτερα προστίθησιν τοῦ γενητοῦ σημαινόμενα· φησὶν γὰρ γενητὸν λέγεσθαι καὶ τὸ λόγον ἔχον γενέσεως, κἂν μηδέποτε γεγονὸς ᾖ, ὡς τὰ ὀνόματα καὶ αἱ συλλαβαὶ τῷ ἀναλύεσθαι εἰς στοιχεῖα καὶ συντίθεσθαι ἐκ στοιχείων καὶ ὡς τὰ διαγράμματα οἷον τὰ εὐθύγραμμα τῶν σχημάτων εἰς τρίγωνά τε διαιρεῖται τῷ λόγῳ καὶ ἐκ τριγώνων σύγκειται. δῆλον δήπου, ὅτι εἰς ταὐτὸν συντρέχει τοῦτο τῷ ἐξ ὕλης καὶ εἴδους συνθέτῳ· τὸ γὰρ οὕτω γενητὸν ὡς οὐκ ὂν ἁπλοῦν ἀλλὰ συγκείμενον ἐξ ὕλης καὶ εἴδους κατὰ τὸν αὐτὸν λόγον τοῖς διαγράμμασιν γενητὸν λέγεται· τῷ γὰρ προεπινοεῖσθαι ἀμφοτέρων τινὰ ἁπλούστερα, ἐξ ὧν ἡ σύνθεσις αὐτῶν θεωρεῖται καὶ εἰς ἃ ἡ ἀνάλυσις, ταύτῃ γενητὰ λέγεται πρὸς ἀντέμφασιν τῶν πάντῃ ἁπλῶν καὶ μηδεμίαν ἐπίνοιαν ἐχόντων συνθέσεως. ὥστε ὡς ἓν ἄμφω ληπτέον. καὶ ταύτῃ ἴσως οὐδὲ μνήμην τούτου τοῦ σημαινομένου ὁ ἕτερος τῶν ὑπομνηματιστῶν πεποίηται. ἔτι φησὶν ὁ Πορφύριος γενητὸν λέγεσθαι καὶ τὸ διὰ γενέσεως καὶ