Ancient Greek · ~5 min
Page 149
Joannes Philoponus Phil., De aeternitate mundi 149
Not analysed yet
τοῦ γίνεσθαι τὸ εἶναι λαβόν, ὡς οἰκία καὶ πλοῖον καὶ φυτὸν καὶ ζῷον, καθὸ τὴν ἀστραπὴν καὶ τὸν κρότον καὶ ὅσα ἐξαίφνης ὑφίσταται καὶ παύεται οὐ λέγομεν εἶναι γενητά· πάντα γὰρ τὰ τοιαῦτα, ὡς καὶ Ἀριστοτέλης φησίν, ἄνευ γενέσεως εἰς τὸ εἶναι παραγίγνεται καὶ χωρὶς φθορᾶς εἰς τὸ μὴ εἶναι μεταβάλλει· καὶ δῆλον, ὅτι οὐδεὶς ἂν κατὰ τοῦτο γενητὸν εἶναι τὸν κόσμον ὑπόθοιτο ὡς διὰ γενέσεως εἰς τὸ εἶναι παραγενόμενον· ἅμα γὰρ νοήματι εἰς οὐσίωσιν ὁ θεὸς τὰ πάντα παρήγαγεν. ὥστε οὐδὲν τούτου τοῦ σημαινομένου εἰς ἐξέτασιν τῆς Πλάτωνος διανοίας δεησόμεθα. ἐπὶ πᾶσιν γενητὸν λέγεσθαί φησιν ὁ Πορφύριος καὶ τὸ πᾶσιν γνώριμόν τε καὶ καθωμιλημένον τὸ ἀπὸ χρόνου ἀρχὴν τοῦ εἶναι λαβὸν πρότερον οὐκ ὄν, καθό φησιν μὴ λέγεσθαι ὑπὸ Πλάτωνος γενητὸν τὸν κόσμον. ὥστε λείπεται τὰ λοιπὰ τέσσαρα σημαινόμενα, λέγω δὴ τό τε ἐν τῷ γένει τῶν γενητῶν ὄν, εἰ καὶ μὴ γέγονεν, καὶ τὸ ὡς σύνθετον ἐξ ὕλης καὶ εἴδους γενητόν, ᾧ μάλιστα ὁ Πορφύριος τίθεται, καὶ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον καὶ τὸ κατ' αἰτίαν γενητόν. δίκαιον οὖν οἶμαι ἓν ἕκαστον τούτων προχειρισάμενον ἐξετάσαι, εἰ οἷόν τέ ἐστιν τῇ Πλάτωνος διανοίᾳ σύμφωνον φαίνεσθαι· τούτων γὰρ ἁπάντων ἐληλεγμένων λείπεται κατὰ χρόνον γενητὸν εἶναι τὸν κόσμον ὑπὸ τοῦ Πλάτωνος λέγεσθαι, κἂν αὐτοὶ μὴ βούλωνται. θʹ. Ἡ μὲν οὖν πρώτη τοῦ γενητοῦ ὑπόθεσις (λέγω