Ancient Greek · ~6 min
Page 150
Joannes Philoponus Phil., De aeternitate mundi 150
Not analysed yet
δὴ τὸ ἐν τῷ γένει τοῦ γενητοῦ ὑπάρχειν, εἰ καὶ μὴ γέγονεν) τοιαύτη τις εἶναί μοι φαίνεται, ὥσπερ ἂν εἴ τις ἔλεγεν ἐν τῷ γένει τῶν σωμάτων εἶναί τι, εἰ καὶ μὴ σῶμά ἐστιν, καὶ ἐν τῷ γένει τῆς οὐσίας εἶναί τι, εἰ καὶ μὴ οὐσία ἐστίν· οὗ τί ἂν γένοιτο καταγελαστότερον; τὰ γὰρ γένη συνωνύμως τῶν ὑπ' αὐτὰ κατηγορεῖται. ὡς οὖν ὁ ἄνθρωπος ἐν τῷ γένει τῶν ζῴων ὑπάρχων ζῷόν ἐστιν καὶ ὁ λίθος ἐν τῷ γένει τῶν σωμάτων σῶμα, οὕτως ἀνάγκη καὶ τὸ ἐν τῷ γένει τῶν ὁρατῶν ὑπάρχον ὁρατὸν εἶναι καὶ τὸ ἐν τῷ γένει τῶν γενητῶν γενητόν. εἰ δ' ὅλως ἐνδέχεταί τι μὴ γινόμενον μὲν ὂν δὲ κατ' ἐνέργειαν ἐν τῷ γένει τῶν γενητῶν εἶναι, ὥς φασιν τὸν κόσμον, ἐνδέχεται ἄρα κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν καὶ μὴ ὄν τι ἐν τῷ γένει τῶν γενητῶν γεγονέναι. ἀλλὰ τὸ μὴ ὂν ἐν τῷ γένει τῶν γενητῶν ἀγένητόν που πάντως ἐστίν. ἔσται ἄρα τι ἀγένητον γενόμενον. εἰ οὖν ταῦτα ἀδύνατα (ἅμα γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ τὰ ἀντικείμενα ἔσται), ἀδύνατον ἄρα καὶ τὸ εἶναί τι ἐν τῷ γένει τῶν γενητῶν μὴ γενόμενον· τούτῳ γὰρ ἐκεῖνο ἠκολούθησεν. καὶ ἄλλως δὲ εἰς τὸ αὐτὸ ἄτοπον ἔστιν ἀπάγειν τὸν λόγον· εἰ γὰρ τὸ γενητὸν τῷ ἀγενήτῳ ὁ Πλάτων ἀντιδιέστειλεν ζητῶν, εἴτε τῶν γενητῶν ἐστιν ὁ κόσμος εἴτε τῶν ἀγενήτων, καὶ συγχωρήσας, ὅτι γενητός, οὕτως φησὶν γενητὸν εἶναι, ὡς δοκεῖ τοῖς φιλοσόφοις, ὡς ἐν τῷ γένει τῶν γενητῶν ὄντα, εἰ καὶ μὴ γέγονεν, καὶ τὸ ἀγένητον ἄρα δηλοῖ αὐτῷ τὸ ἐν τῷ