Ancient Greek · ~6 min
Page 16
Joannes Philoponus Phil., De aeternitate mundi 16
Not analysed yet
τῆς ἀπὸ τοῦ θεοῦ τοῦ κόσμου γενέσεώς τε καὶ ὑπάρξεως λήψεται; δῆλον δέ που πάντως καὶ τοῦτο τοῖς περὶ τὰ μαθήματα δεινοῖς, ὡς οὐδὲ ἐν τῷ καθόλου ἀληθές ἐστιν τὸ τῷ ἐν φωτὶ σώματι εὐθὺς καὶ σκιὰν παρέπεσθαι· εἰ γὰρ τύχοι ἐν αὐτῷ τῷ κατὰ κορυφὴν ὑπάρχων ὁ ἥλιος, ὥσπερ ἐν τοῖς ὑπὸ τὸν ἰσημερινόν τε καὶ μέχρι τοῦ θερινοῦ τροπικοῦ τὴν οἴκησιν ἔχουσιν συμβαίνει ποτὲ γίνεσθαι, πρόδηλον, ὡς ἄσκια τότε τὰ ὑποκείμενα σώματα γίνεται τὰ κατὰ συνέχειαν τῆς γῆς ἁπτόμενα, ὡς μὴ εἶναί τινα μεταξὺ ἀέρα, ἐν ᾧ πέφυκεν ἡ σκιὰ καὶ τὸ σκότος ὑφίστασθαι ὥσπερ καὶ τὸ φῶς (ἐν ᾧ γὰρ τὸ φῶς ὑφίσταται, ἐν τούτῳ καὶ τὸ σκότος, ὡς καὶ Ἀριστοτέλει ἐν τοῖς περὶ ψυχῆς δοκεῖ)· ὅθεν καὶ δεῖ χρόνου τινός, ἕως ἂν τὸ κατὰ κορυφὴν ὁ ἥλιος παραλλάξας χώραν ἐπὶ τὰ πλάγια τῇ σκιᾷ παράσχοι, ἐν ᾧ αἱ ἀκτῖνες οὐχ ὑποβάλλουσιν. καὶ ἡ γῆ γοῦν ἀεὶ ἄσκιος κατὰ τὸ ἐπιβάλλον τῶν ἀκτίνων γινομένη ἐξ ἐκείνων κατὰ βραχὺ τὴν σκιὰν ἐκδίδωσιν, ἐξ οὗ κατὰ μέρος αἱ ἀκτῖνες αἱ ἡλιακαὶ ὑπεξίστανται. ὥστε, εἰ καὶ τῶν καθ' αὑτὸ ὄντων ἦν ἡ σκιά, οὐδ' οὕτω τὸ ζητούμενον εἰκονίζειν ἠδύνατο· οὐ γὰρ πάντως ἅμα τῷ ἐν φωτὶ σώματι καὶ σκιὰ συνυφέστηκεν. ϛʹ. Πρὸς δὲ τὸ ἀπὸ τοῦ ἡλίου ὑπόδειγμα ἐκεῖνό φαμεν· ἐπειδὴ τὸ φῶς διττόν ἐστιν, τὸ μὲν ἐν αὐτῇ συνυποστὰν τῇ τοῦ ἡλίου σφαίρᾳ οὐσιωμένον φῶς εἰδοποιόν τέ ἐστιν καὶ συμπληρωτικὸν τῆς τοῦ ἡλίου φύσεως, <ὡς> παντί τῳ δῆλον· ἑκάστου δὲ τὸ τί ἦν