Ancient Greek · ~6 min
Page 151
Joannes Philoponus Phil., De aeternitate mundi 151
Not analysed yet
γένει τῶν ἀγενήτων ὄν, εἰ καὶ μὴ ἀγένητόν ἐστιν. τὸ αὐτὸ ἄρα καὶ ἀγένητον ἔσται διὰ τὸ ἐν τῷ γένει τῶν ἀγενήτων εἶναι καὶ οὐκ ἀγένητον πάλιν διὰ τὸ γεγονέναι· ἡ ἀντίφασις ἄρα ἐπὶ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ ἅμα συναληθεύσει. ἀλλ' οἶμαι ταῦτα γέλωτος μᾶλλον ἢ ἀντιλογίας εἶναι ἄξια· καὶ γὰρ τὸ ὑπὸ τὸ κέντρον σῶμα ἐν τῷ γένει τῶν ὁρατῶν ὂν ὁρατόν που πάντως κατὰ φύσιν ἔσται· κἂν γὰρ μηδέποτε ὁραθῇ, οὐ διὰ τὸ μὴ πεφυκέναι ὁρᾶσθαι οὐχ ὁρᾶται ἀλλὰ διὰ τὰ ἐπιπροσθοῦντα στερεὰ σώματα· διαδῦναι γὰρ διὰ τῶν μὴ διαφανῶν ἡ ἡμετέρα ὄψις οὐ δύναται, ἐπεί τοί γε, εἰ τὰ ἐπιπροσθοῦντα ἀφαιρεθείη, ὁμοίως τοῖς λοιποῖς ἅπασιν ὁραθείη ἂν καί, εἴ γέ τις κατὰ τὸν μῦθον τοὺς Λυγκέως ὀφθαλμοὺς ἐκτήσατο ὡς ‘ῥηϊδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι’, εἶδεν ἂν καὶ τὰ ὑπὸ τὸ κέντρον τῆς γῆς περιεχόμενα σώματα. ὥστε, εἰ καὶ ὁ κόσμος καὶ ἔστιν κατ' ἐνέργειαν καὶ ἐν τῷ γένει τῶν γενητῶν ἐστιν, ἀνάγκη πάντως αὐτὸν καὶ γεγονέναι, εἰ καὶ ἡμῖν ἡ ἀρχὴ τῆς αὐτοῦ γενέσεως μὴ καταλέλειπται οὐ διὰ τὸ φύσει εἶναι αὐτὸν ἀγένητον (οὕτω γὰρ ἂν ἐν τῷ γένει τῶν ἀγενήτων καὶ οὐ τῶν γενητῶν ὑπῆρχεν) ἀλλὰ διὰ τὸ μόνον τῶν παρόντων τὴν ἡμετέραν γνῶσιν ἀντιλαμβάνεσθαι. καὶ ἄλλως· τὸ μὲν ὁρατὸν οὐκ ἐν τούτῳ ἔχει τὸ ὁρατὸν εἶναι ἐν τῷ ὁρᾶσθαι ἀλλ' ἐν τῷ πεφυκέναι ὁρᾶσθαι· τὸ γὰρ ὁρᾶσθαι ἐν τῇ σχέσει αὐτῷ τῇ πρὸς τὰ ὁρῶντα συμβέβηκεν. ταύτῃ τοι κἂν μὴ τύχοι ποτὲ ὁραθῆναί