Ancient Greek · ~6 min
Page 152
Joannes Philoponus Phil., De aeternitate mundi 152
Not analysed yet
τι τῶν ὁρατῶν διὰ τὸ ὑπὸ τὸ κέντρον τοῦ παντὸς περιέχεσθαι, οὐδὲν ἧττον ἕξει τὸ ὁρατὸν εἶναι· οὐ γὰρ διὰ τὸ μὴ πεφυκέναι ὁρᾶσθαι οὐχ ὁρᾶται ἀλλὰ διὰ τὰ ἐπιπροσθοῦντα· ὅθεν ὁραθείη ἂν εὐθύς, εἰ τὰ κωλύοντα ὑφαιρεθείη καὶ τὸ ὁρῶν παρῇ. ὥστε ὁρατὸν μέν τι εἶναι ἐνδέχεται, μηδέποτε δὲ ὁρώμενον· οὐ γὰρ ταὐτὸν τὸ ὁρατῷ τε εἶναι καὶ τὸ ὁρᾶσθαι. γενητὸν δὲ εἶναί τι τὸ μηδέποτε γενόμενον μήτε γενησόμενον ἀδύνατον· οὐ γὰρ ἐν τῷ πεφυκέναι γίνεσθαι μόνον τὸ γενητὸν ἔχει τὸ εἶναι γενητὸν ἀλλ' ἐν τῷ πάντως ἢ γεγονέναι ἢ γενήσεσθαι· ὁδὸς γὰρ αὐτῷ εἰς τὸ εἶναι ἡ γένεσις. ἀδύνατον δέ ἐστιν τὸ μήτε γενόμενον πώποτε μήτε νῦν γιγνόμενον μήτε φύσιν ἔχον τοῦ γενήσεσθαί ποτε ἢ εἶναι γενητὸν ἢ λέγεσθαι. ἀνάγκη οὖν πᾶσα, καθ' ὃ ἂν σημαινόμενον γενητὸς εἶναι λέγοιτο ὁ κόσμος, κατὰ τοῦτο πάντως καὶ γεγονέναι αὐτόν· οὐ γὰρ οἷόν τέ ἐστιν γενητὸν μὲν εἶναι, καθὸ δὲ γενητός ἐστιν, μήτε γεγονέναι μήτε γίνεσθαι μήτε γενήσεσθαι· ἐπεὶ οὐδ' ἂν γενητὸς ὅλως εἴη. εἰ οὖν καθὸ γενητός ἐστιν ὁ κόσμος μὴ γέγονεν, ἀνάγκη πάντως μήτε νῦν γίνεσθαι μήτε γενήσεσθαι· οὐ γὰρ νῦν μὲν οὕτως ἄλλοτε δ' ἄλλως εἶχεν ὁ κόσμος. ὥστε, εἰ μὴ γέγονεν καθὸ γενητός, οὐδ' ὅλως γενήσεται. εἰ δὲ μήτε γέγονεν μήτε γενήσεται, οὐδὲ γενητός ἐστιν. ὥστε ἀδύνατον γενητὸν εἶναί τι μὴ γενόμενον, καθὸ γενητόν ἐστιν. ἐπὶ πᾶσιν δὲ τοῖς εἰρημένοις κἀκεῖνο συνιδεῖν ἄξιον, ὅτι οὐδὲ γενητὸν ἁπλῶς εἶναι τὸν κόσμον