Ancient Greek · ~5 min
Page 153
Joannes Philoponus Phil., De aeternitate mundi 153
Not analysed yet
ὁ Πλάτων ἔφησεν, ἀλλὰ πανταχοῦ τὸ γεγονέναι αὐτοῦ κατηγόρησεν πῂ μὲν λέγων ‘ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν’ καὶ πάλιν ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων’ καὶ πάλιν ‘χρόνος δ' οὖν μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν’ καὶ πανταχοῦ οὕτως. εἰ δὲ γεγονέναι αὐτὸν διαρρήδην ὁ Πλάτων φησὶν καὶ οὐχ ἁπλῶς γενητὸν εἶναι μόνον, πῶς οὐκ ἄντικρυς ἀντιφθέγγονται τῷ ἀνδρὶ οἱ λέγοντες γενητὸν μὲν αὐτὸν εἶναι διὰ τὸ ἐν τῷ γένει τῶν γενητῶν εἶναι, μὴ γεγονέναι δὲ πώποτε, πρὸς τῷ καὶ εἰς ἄτοπον τὴν ὑπόθεσιν ἐξάγεσθαι ταύτην, ὡς ἐδείξαμεν. τὸ μὲν οὖν πρότερον τῶν τοῦ γενητοῦ σημαινομένων οὕτως ἡμῖν ἀπεληλέγχθω. ιʹ. Δεύτερον δὲ ἦν τὸ ἐπινοίᾳ σύνθετον, εἰ καὶ μὴ συνετέθη κατὰ χρόνον. πάντα γὰρ τὰ σώματα σύνθετα ὄντα ἐξ ὕλης καὶ εἴδους οὐ κατὰ χρόνον συνελθούσης τῆς ὕλης τῷ εἴδει συνετέθη· οὐδέποτε γὰρ γυμνὴν εἰδῶν ἔστιν ἰδεῖν ἢ εὑρέσθαι τὴν ὕλην οὐδὲ μὴν τὰ ἔνυλα εἴδη καθ' αὑτὰ χωρὶς ὕλης ὑφεστῶτα ἀλλ' ἐπινοίᾳ μόνῃ τὰ ἁπλᾶ γνωρίζεσθαι· ταύτῃ γὰρ μόνῃ εἰς τὸ ὑποκείμενον καὶ τὸ εἶδος τὰ σώματα ἀναλύεται καὶ πάλιν ἐκ τούτων συντίθεται. οὕτως οὖν καὶ τὸν κόσμον γενητὸν εἶναί φασιν λέγεσθαι, καθὸ