Ancient Greek · ~5 min
Page 154
Joannes Philoponus Phil., De aeternitate mundi 154
Not analysed yet
δυνάμεθα τῇ ἐπινοίᾳ ἀναλῦσαι αὐτὸν εἰς τά, ἐξ ὧν σύγκειται, λέγω δὴ τό τε πρῶτον ὑποκείμενον καὶ τὰς ἐπικειμένας τούτῳ ποιότητας. καὶ τούτῳ γε μάλιστα τῷ σημαινομένῳ τοῦ γενητοῦ καὶ ὁ Πορφύριος συγκατατίθεται· λέγει γοῦν ἐν τῷ δευτέρῳ τῶν εἰς τὸν Τίμαιον ὑπομνημάτων ἐπὶ λέξεως ταῦτα ‘οἱ δὴ λέγοντες ἀγένητον μὲν κατὰ χρόνον εἶναι τὸν κόσμον ἑτέρως δὲ λέγειν γενητὸν εἶναι ἀναγκαίως τὰ σημαινόμενα τοῦ γενητοῦ καταριθμήσαντες, ἣν ἐπάγει κατασκευὴν τοῦ γεγονέναι, τίνι τῶν σημαινομένων ἐφαρμόττει, ἀξιοῦσι καθορᾶν. εἰ μὲν γὰρ μὴ ἀπεδείκνυεν, ὅτι γέγονεν, ἄδηλον ἦν, πῶς τὸ γεγονέναι τοῦ κόσμου κατηγόρησεν· εἰ δὲ ἐπάγει τούτου τὴν ἀπόδειξιν, ᾧπερ ἂν τῶν σημαινομένων τοῦ γενητοῦ ἐφαρμόζῃ ἡ ἀπόδειξις, δῆλον, ὡς κατ' ἐκεῖνο γενητὸν ἂν λέγοι τὸν κόσμον, ᾧ δὲ μὴ ἐφαρμόζῃ, πρόδηλον, ὡς ἐκεῖνο παραιτεῖται· μὴ γὰρ δὴ τοσοῦτον τῶν φρενῶν ἐξεστηκέναι ὡς ἀσυλλόγιστα καὶ μηδαμῶς κατασκευαστικὰ τοῦ συμπεράσματος λαμβάνειν τὸν Πλάτωνα’. ταῦτα εἰπὼν ὁ Πορφύριος καὶ τὰ προεκκείμενα τοῦ γενητοῦ σημαινόμενα καταριθμησάμενός φησιν τὸν κόσμον γενητὸν ὑπὸ Πλάτωνος λέγεσθαι, καθὸ ἐξ ὕλης καὶ εἴδους σύγκειται· ἔχει δὲ ἡ λέξις ὧδε ‘φημὶ τοίνυν, ὅτι κατὰ τὸ κυρίως ὑφ' ἡμῶν δειχθὲν γενητὸν προσαγορευόμενον, τουτέστιν τὸ σύνθετον ἐξ ὕλης καὶ εἴδους, πρὸς οὗπερ τὴν ἀπόδειξιν καὶ τὰ προληφθέντα ἀξιώματα οἰκείως αὐτὸν δείξομεν προειληφότα, πρότερον ὡς τῷ τοιούτῳ ἐφαρμόζει σημαινομένῳ ἡ ἀπό-