Ancient Greek · ~5 min
Page 155
Joannes Philoponus Phil., De aeternitate mundi 155
Not analysed yet
δειξις ἐκδιδάξαντες· εἰ γάρ τι ὁρατὸν καὶ ἁπτόν ἐστιν καὶ σῶμα ἔχον, τοῦτο τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας καὶ ὠγκωμένον οὐκ ἔστιν ἁπλοῦν ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ εἴδους’. ταῦτα καὶ ὁ Πορφύριος. αιʹ. Ἔστιν δὲ πρὸς ἅπαντας αὐτοὺς εἰπεῖν, ὡς πρῶτον μὲν τὸ ἑτέρων σημαινομένων ὀνόματα καθ' ἑτέρων ἐπιτιθέναι σημαινομένων τὰς συνήθεις παρωσαμένους προσηγορίας πολλῆς ἐστιν αὐτονομίας καὶ ἐξουσίας· ἔδει γὰρ αὐτούς, εἴπερ τοῦτο ἦν ἀληθές, δεῖξαί που τῶν διαλόγων τὸν Πλάτωνα τὸ γενητὸν σαφῶς ἀντὶ τοῦ συνθέτου μεταλαμβάνοντα. ἀλλ' οὐδὲ ἡ κοινὴ τῶν ἀνθρώπων χρῆσις σύνθετόν τι εἰπεῖν βουλομένη ἀντὶ συνθέτου τὸ γενητὸν μετέλαβεν πώποτε· οἶδεν γὰρ καὶ ἡ συνήθεια, ὡς ἄλλο μὲν τὸ γενητὸν σημαίνει, ἄλλο δὲ τὸ σύνθετον. ἀλλ' οὐδὲ ἔκ τινος ἄλλου τῶν ἀρχαιοτέρων, ὅσον ἐμέ γε εἰδέναι, ἤ τινος λογογράφου δύναται τούτου ἡμῖν τὴν πίστιν κομίζειν, εἴ που ἐναργῶς τὸ σύνθετον εἰς τὸ γενητὸν μετέλαβέν τις· ὁ γὰρ Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῆς περὶ οὐρανοῦ τὰ τοῦ γενητοῦ καὶ ἀγενήτου καταριθμούμενος σημαινόμενα οὐδαμοῦ τὸ ἐξ ὕλης καὶ εἴδους σύνθετον γενητὸν εἶναι λέγεσθαι διωρίσατο ἢ ἀγένητον τὸ ἁπλοῦν καὶ ἀσύνθετον, ὡς ἐν ἑτέροις τὰ τοῦ ἀνδρὸς ἐξετάζοντες δείξομεν. πῶς οὖν οὐκ ἄτοπον