Ancient Greek · ~6 min
Page 156
Joannes Philoponus Phil., De aeternitate mundi 156
Not analysed yet
ῥᾳδίως οὕτω μεταφέρειν τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν ἐπὶ τὸ ἀτριβὲς καὶ ἀσύνηθες καὶ αὐτῷ Πλάτωνι καὶ πᾶσιν ἀνθρώποις; ἄλλως τε καὶ μέγιστον κατηγόρημα προσάπτουσιν Πλάτωνι τὸ μὴ διελέσθαι πρότερον τὰ τοῦ γενητοῦ σημαινόμενα, εἶτα ἀφορίσαι, περὶ ποίου σημαινομένου τοὺς λόγους ποιεῖται, εἴπερ μὴ τὸ καθωμιλημένον τοῖς πολλοῖς τοῦ γενητοῦ σημαινόμενον ἀλλά τι ξένον καὶ ἀσύνηθες παρελάμβανεν· σοφιστικὸν γὰρ λίαν εἶναι τὸ τοιοῦτο καὶ πρότερον ἀπεδείξαμεν. πλὴν εἰ καὶ ταῦτά τις ἅπαντα παριδὼν συγχωρήσειεν αὐτοῖς τὸ γενητὸν σημαίνειν μετὰ τῶν ἄλλων σημαινομένων καὶ τὸ σύνθετον εἶναι ἐξ ὕλης καὶ εἴδους, δῆλον δήπου πάντως, ὅτι καὶ ἐν οἷς κατ' ἀρχὴν ἀφοριζόμενος τὸ προκείμενον αὐτῷ πρόβλημα, ὅτε ἔλεγεν περὶ τοῦ παντὸς σκοπεῖσθαι μέλλειν, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, οὐδὲν ἕτερον ἔλεγεν ἢ μέλλειν ζητεῖν, πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος ἢ σύνθετος ἐξ ὕλης καὶ εἴδους (εἰ γὰρ τὸ γενητὸν ἐν τούτοις τὸ σύνθετον δηλοῖ παρὰ Πλάτωνι, καὶ τὸ ἀγένητον πάντως τὸ ἀσύνθετον δηλώσει), καὶ ὅτε ἄρα λοιπὸν αὐτὸ τὸ πρόβλημα προὔτεινεν, πότερον ἦν ἀεὶ ὁ κόσμος γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος, τοῦτο δήπουθεν ἐζήτει, ὅπερ καὶ τὴν ἀρχὴν ἀφωρίσατο, πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος ἢ σύνθετος ἐξ ὕλης καὶ εἴδους. ὥστε καὶ τὸ ‘ἦν ἀεί’ ἀντὶ τοῦ ἁπλοῦ μεταληφθήσεται διὰ τὴν πολλὴν ἐξουσίαν τῆς τῶν ὀνομάτων μεταθέσεως· ὅπερ γὰρ ἐν ἀρχῇ εἶπεν προκεῖσθαι αὐτῷ εἰς ζήτησιν, εἰ