Ancient Greek · ~6 min
Page 157
Joannes Philoponus Phil., De aeternitate mundi 157
Not analysed yet
γέγονεν ὁ κόσμος ἢ καὶ ἀγένητός ἐστιν, τοῦτο γὰρ προϊὼν ἐζήτησε φήσας ‘πότερον ἦν ἀεὶ ἢ γέγονεν’ ἀντὶ τοῦ ἀγενήτου τὸ ἀεὶ εἶναι μεταλαμβάνων. εἰ οὖν τὸ μὲν γενητὸν τὸ σύνθετον δηλοῖ καὶ διὰ τοῦτο καὶ τὸ ἀγένητον ἀνάγκη δηλοῦν τὸ ἀσύνθετον καὶ ἁπλοῦν, ἀντὶ δὲ τοῦ ἀγενήτου μετέλαβεν ὁ Πλάτων τὸ ἀεὶ εἶναι, καὶ τὸ ἀεὶ ἄρα εἶναι τὸ ἀσύνθετον παρ' αὐτῷ σημαίνει. καὶ τίς ἡ ἀνάγκη τῆς τοσαύτης τῶν ὀνομάτων ἀκυρολογίας τῷ Πλάτωνι, δέον συντόμως τε καὶ κυρίαις λέξεσιν τὴν οἰκείαν ἑρμηνεύοντα διάνοιαν εἰπεῖν ‘πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος ἢ σύνθετος ἐξ ὕλης καὶ εἴδους’; τίς γάρ ποτε ἀνθρώπων τὸ ἀεὶ ὂν ἀντὶ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου μετείληφεν; ἀλλὰ δὴ καὶ τοῦτο συγκεχωρήσθω· μεταλαμβανόντων ἡμῶν τό τε ἀεὶ ὂν εἰς τὸ ἀσύνθετον καὶ ἁπλοῦν καὶ τὸ γίνεσθαι εἰς τὸ συγκεῖσθαι, καθὼς ἔδοξεν τοῖς νέοις τῶν ὀνομάτων νομοθέταις, ἔσται τὸ συμφραζόμενον πᾶν τοιοῦτο ‘πότερον ἁπλοῦς ἐστιν ὁ κόσμος συνθέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ σύγκειται ἐξ ἀρχῆς τινος ἀρξάμενος’. ἀλλ' οὐδὲ οὕτω πάλιν ἐπικρύψαι τὴν ἀλήθειαν δεδύνηνται· εἰ γὰρ περὶ μόνου τοῦ ‘εἴτε ἁπλοῦς ἐστιν ὁ κόσμος εἴτε σύνθετος’ ἡ ζήτησις ἦν τῷ Πλάτωνι, τί βούλεται αὐτῷ προσκείμενον τὸ ‘γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν’; καὶ πάλιν τῷ ‘γέγονεν’ τί προσῆψεν τὸ ‘ἀπ' ἀρχῆς τινος ἀρξάμενος’; ἤρκει γὰρ μόνον εἰπεῖν ‘πότερον ἦν ἀεὶ ἢ γέγονεν’. δι' ὧν οὖν ζητεῖ, εἴτε ἀεὶ ὢν (τουτέστιν ἁπλοῦς ὤν) οὐδε-