Ancient Greek · ~6 min
Page 17
Joannes Philoponus Phil., De aeternitate mundi 17
Not analysed yet
εἶναι καὶ ἡ οὐσία κατὰ τὸ εἶδός ἐστιν· οὐδὲν δὲ αὐτὸ ἑαυτοῦ ἐστιν δημιουργικὸν αἴτιον· οὐδ' ὁ ἥλιος ἄρα δημιουργός ἐστιν τοῦ ἰδίου φωτὸς κατ' αὐτὸ εἰδοποιούμενος καὶ τὸ εἶναι ἔχων. ὥστε, εἰ μέν τις καὶ τὸν κόσμον συμπληρωτικὸν εἶναι λέγοι τῆς τοῦ δημιουργοῦ οὐσίας, συγχωρήσωμεν οὕτως ἔχειν πρὸς τὸν θεὸν τὸν κόσμον, ὡς ἔχει πρὸς τὸν ἥλιον τὸ ἐν αὐτῷ φῶς· οὕτω δὲ οὐ δημιουργὸς ἂν εἴη τοῦ κόσμου ὁ θεός, ἐπεὶ μηδὲ ὁ ἥλιος τοῦ εἰδοποιοῦντος τὴν οὐσίαν αὐτοῦ φωτός, εἴπερ μὴ αὐτὸς ἑαυτὸν ὁ ἥλιος ἐδημιούργησεν· εἰ δὲ ξένα καὶ ἀλλότρια τῆς θείας οὐσίας πάντα τὰ ὑπ' αὐτῆς δημιουργικῶς παρηγμένα, οὐκ ἄρα, ὡς ἔχει τὸ ἐν ἡλίῳ φῶς πρὸς αὐτὸν τὸν ἥλιον, οὕτως ἔχει πρὸς τὸν δημιουργὸν ὁ κόσμος. ζʹ. Τὸ δὲ ἐν ἀέρι χεόμενον φῶς οὐκ ἀεὶ τὸ αὐτὸ ὑπάρχει· φθαρτὸν γὰρ εἶναι ὡμολόγηται· διαδέχεται γὰρ αὐτὸ σκότος· οὐδὲ γὰρ ὑπομένει ἀεὶ τὸ αὐτό, ἀλλ' ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ὥσπερ καὶ ἡ κίνησις καὶ ὁ χρόνος· ὅθεν ἅμα τῷ ἀποστῆναι τὸ φωτίζον εὐθὺς καὶ τὸ ἐν τῷ ἀέρι φῶς εἰς τὸ μὴ ὂν μεθίσταται, ὥσπερ ἀμέλει μὴ ὄντος τοῦ κινουμένου οὐδὲ κίνησίς ἐστιν οὐδὲ χρόνος. ὥστε οὐδὲ ἐκεῖνο ἀληθές, οὗ χάριν τὴν τοῦ φωτός τε καὶ τοῦ ἡλίου εἰκόνα παρειλήφασιν, λέγω δὴ τὸ εἶναί τι παρ' ἑτέρου γινόμενον μὴ ὕστερον τοῦ ποιοῦντος· εἰ γὰρ μὴ τὸ αὐτὸ διαμένει φῶς, δηλονότι ἀεὶ τοῦ νῦν ἐν τῷ ἀέρι γινομένου φωτὸς προϋπάρχειν τὸ φωτίζον ἀνάγκη· ἄλλοτε γὰρ