Ancient Greek
Page 163
Joannes Philoponus Phil., De aeternitate mundi 163
Not analysed yet
οὐρανὸν ἁπάντων, ὡς ἢ τὸ παράπαν οὐδεμίαν ἀρχὴν εἰλήφοι γενέσεως καὶ διὰ τοῦτο οὐδ' ἕξει τελευτὴν ἀλλ' ἦν τε ἀεὶ καὶ ἔσται, ἢ μῆκός τι τῆς ἀρχῆς εἶναι, ἀφ' οὗ γέγονεν, καὶ ἀμήχανον χρόνον ὅσον γεγονότα εἴη μακραίωνα βίον τῶν οὐρανίων ἐχόντων’, ὅπερ δὲ ἐν τούτοις ὡς ἀπορῶν προθεὶς ἄλυτον εἴασε διὰ τὸ μηδὲ προκεῖσθαι αὐτῷ ἐν τοῖς νόμοις περὶ τῆς τοῦ κόσμου φυσιολογεῖν γενέσεως, τοῦτο αὐτὸ πάλιν εἰς ἐξέτασιν ἐν Τιμαίῳ προτείνας, εἴτε ἦν ἀεὶ ὁ κόσμος γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν εἴτε γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος, τὸ γεγονέναι τὸν κόσμον καὶ γενέσεως ἀρχὴν ἔχειν ἐπέκρινεν, πρόδηλον δήπου παντί, ὅτι, περὶ ἧς ἐν τοῖς νόμοις ἀρχῆς ἠπόρησεν, περὶ ταύτης καὶ ἐν τῷ Τιμαίῳ πάλιν ἀπορήσας ταύτην τὴν ἀρχὴν τὴν τοῦ παντὸς ἐκύρωσεν γένεσιν· εἰ δὲ ἐν τοῖς νόμοις σαφῶς, εἰ ἀρχὴν ἔχει χρονικὴν ἢ οὐ τά τε οὐράνια καὶ ἡ τῶν ἀνθρώπων ἠπόρησε γένεσις, καὶ ἐν Τιμαίῳ ἄρα ἀπ' ἀρχῆς τινος χρονικῆς ἀρξάμενον γεγονέναι τὸν κόσμον ἀπεφήνατο. ὅτι δὲ ἀρχὴν ἔχειν χρονικὴν λέγων τὸν κόσμον ὁ Πλάτων οὐκ ἀσυλλόγιστα συλλογίζεται, ὡς τῷ Πορφυρίῳ δοκεῖ, μικρὸν ὕστερον δειχθήσεται. διʹ. Πῶς δὲ καὶ τῆς ἀγχινοίας τοῦ Πλάτωνος εἴη θεώρημα οὕτως ἐναργὲς καὶ πᾶσιν ἀνθρώποις γνώριμον τοῖς ὁπωσοῦν φυσικῆς γευσαμένοις θεωρίας καὶ προσέτι τοῖς πρὸ αὐτοῦ φυσικοῖς ἅπασιν ὡμολογημένον, ὡς πᾶν σῶμα σύνθετόν ἐστιν ἐξ ὑποκειμένου