Ancient Greek · ~5 min
Page 164
Joannes Philoponus Phil., De aeternitate mundi 164
Not analysed yet
καὶ εἴδους, εἰ καὶ περὶ τοῦ τί τούτων ἑκάτερόν ἐστιν διηνέχθησαν, ὥσπερ τι καινὸν ἡμῖν λύειν μέλλοντα πρόβλημα ἀγωνιᾶν καὶ θεοὺς ἐπικαλεῖσθαι καὶ θεὰς συνεργοὺς εἰς εὕρεσιν αὑτῷ γενέσθαι, εἴτε σύνθετόν τι χρῆμά ἐστιν ὁ κόσμος ἐξ ὕλης καὶ εἴδους συγκείμενος εἴτε καὶ μὴ ἀλλ' ἁπλοῦν δηλονότι καὶ ἀσύνθετον; διὰ τί δὲ καὶ ὡς ἐπὶ τοῦ παντὸς τὴν ζήτησιν ποιεῖται; οὐ γὰρ ἴδιον τοῦτο τοῦ παντὸς πρόβλημα, καθὸ πᾶν ἐστιν, λέγω δὴ τοῦ κόσμου, εἰ ἐξ ὕλης καὶ εἴδους ἔχει τὴν σύστασιν, ἀλλὰ καὶ τοῦ τυχόντος καὶ μερικοῦ σώματος γενητοῦ τε καὶ φθαρτοῦ, οἷον τοῦδε τοῦ ὕδατος καὶ τῆσδε τῆς γῆς. ὅτι δὲ τοῦτό ἐστιν ἀληθές, μάρτυς καὶ αὐτὸς ὁ Πορφύριος· καίτοι γὰρ εἰπὼν γενητὸν λέγεσθαι τὸν κόσμον ὡς σύνθετον ἐξ ὕλης καὶ εἴδους προελθὼν καὶ ἐξηγούμενος τὸ ‘παραλαβὼν ὁ θεὸς ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ πλημμελῶς καὶ ἀτάκτως κινούμενον’ φησὶν ἐπὶ λέξεως ταῦτα ‘οὐκ ἔστιν ταὐτὸν κόσμου ποίησις καὶ σώματος ὑπόστασις οὐδὲ αἱ αὐταὶ ἀρχαὶ σώματός τε καὶ κόσμου, ἀλλ' ἵνα μὲν κόσμος γένηται, δεῖ σώματα εἶναι καὶ θεὸν εἶναι, ἵνα δὲ σώματα, δεῖ ὕλην εἶναι καὶ θεὸν καὶ τὸ ἐπιγινόμενον ἄλλο μέν, ἵνα σωματωθῇ ὕλη, ἄλλο δέ, ἵνα τὰ σωματωθέντα ταχθῇ. ταῦτα δὲ ἀεὶ ἅμα γίνεται πάντα καὶ οὐ χρόνῳ διηρ-