Ancient Greek · ~5 min
Page 165
Joannes Philoponus Phil., De aeternitate mundi 165
Not analysed yet
τημένα, ἀλλ' ἥ γε διδασκαλία ἀναγκαίως διαιρεῖ, ἵνα διδάσκῃ ἀκριβῶς τὸ γιγνόμενον· σώματος μὲν γὰρ ἀρχαὶ θεὸς μὲν γεννῶν, ὕλη δὲ καὶ τὰ σχήματα, ἃ προϊὼν ἡμᾶς διδάξει, ὡς ἐξ ὧν συνέστηκεν τὰ σώματα γεννηθέντων ἀπὸ θεοῦ, κόσμου δὲ τὰ ἤδη ὑποστάντα σώματα ὑπὸ θεοῦ καὶ θεὸς ὁ ταῦτα τάσσων’· καὶ μετ' ὀλίγα ‘τεκμήριον δὲ τοῦ τε μὴ ταὐτὸν εἶναι κατὰ Πλάτωνα σώματος σύστασιν καὶ κόσμου καὶ ὅτι νῦν μὴ τὴν ὕλην παραλαμβάνει ἀλλὰ τὰ ἐξ ὕλης ἀποτελεσθέντα σώματα ἐκεῖνο γινέσθω τὸ ὁρατὰ λέγειν εἶναι τὰ παραληφθέντα (τὰ δὲ ὁρατὰ τί ἂν εἴη ἢ σώματα; ἡ δὲ ὕλη ἀειδὴς καὶ ἄμορφος κατ' αὐτὸν καὶ μόγις νόθῳ λογισμῷ λαμβανομένη) καὶ τὸ προελθόντα σωμάτων γένεσιν δεικνύναι καίτοι ἐνταῦθα κόσμου ἐπιδείξαντα σύστασιν· ἀλλ' ἀπὸ τῆς τοῦ κόσμου γενέσεως ἀνατρέχει ἐπὶ τὴν τοῦ σώματος γένεσιν’. εἰ τοίνυν ταῦτα καὶ ἀληθῶς καὶ τῷ Πλάτωνι δοκοῦντά φησιν ὁ Πορφύριος, πῶς οὐ συνεῖδεν ταῦτα πρότερον, ὅτε γενητὸν εἶναι ἔλεγεν τὸν κόσμον ὡς ἐξ ὕλης καὶ εἴδους συγκείμενον, ὅτι οὔκ εἰσιν ἀρχαὶ τῆς τοῦ κόσμου συνθέσεως ὕλη καὶ εἶδος ἀλλὰ τὰ ἤδη ἐξ ὕλης καὶ εἴδους συστάντα σώματα, ὧν ἡ σύνθεσίς τε καὶ τάξις τὸν κόσμον ἐποίησεν; εἰ δὲ μὴ ἀρχαὶ τοῦ κόσμου εἰσὶν [ἡ] ὕλη καὶ εἶδος, οὐκ ἄρα ζητῶν ὁ