Ancient Greek · ~6 min
Page 18
Joannes Philoponus Phil., De aeternitate mundi 18
Not analysed yet
ἄλλο κατὰ συνέχειαν ἀπὸ τοῦ φωτίζοντος ἀπορρεῖ φῶς ὡς ἀπὸ πηγῆς ὕδωρ. ὁ δὲ θεὸς ἕνα μονογενῆ κόσμον ὑπέστησεν, ὥς φησιν ὁ Πλάτων· ὥστε ὅτι ποτ' ἂν εἴη τὸ ἐν ἀέρι φῶς—πολλὴ γὰρ ἡ περὶ τῆς ὑπάρξεως αὐτοῦ ζήτησις, εἴτε ἐνέργεια τοῦ φωτίζοντος εἴτε εἶδος εἴτε πάθος τοῦ ἀέρος—, ἐπεὶ μὴ ἓν καὶ ταὐτόν ἐστιν τῷ ἀριθμῷ ἀεὶ ἀλλ' ἄλλοτε ἄλλο, τοῦ μὲν εἶναί τινα ἀθρόαν γένεσιν καὶ μὴ ἐν παρατάσει γινομένην χρόνου (ὥσπερ τυχὸν ἐν τοσῷδε χρόνῳ δημιουργεῖ ἡ φύσις τὸν ἄνθρωπον) εἴη ἂν ἀπόδειξις ἡ ἐκ τοῦ ἡλίου τοῦ φωτὸς τοῦ ἐν ἀέρι γένεσις καὶ εἰκονίζοι ἂν τὴν ἀθρόαν ὑπὸ θεοῦ τῶν ὄντων ὑπόστασιν ἅμα γενομένην νοήματι, τοῦ μέντοι συναΐδιον εἶναι τὸ γινόμενον τῷ ποιοῦντι οὐκέτ' ἂν εἴη εἰκών, διότι ἑνὸς ὄντος τοῦ φωτίζοντος ἄλλοτε ἄλλο κατ' ἀριθμὸν γίνεται φῶς. ὅτι δὲ φθαρτὸν τὸ ἐν ἀέρι φῶς καὶ ἄλλοτε ἄλλο κατ' ἀριθμόν, καὶ αὐτὴ μὲν ἡ ἐνάργεια πιστοῦται καὶ ὁ Πρόκλος δὲ σαφῶς ἐν τῷ περὶ φωτὸς ἐδίδαξεν λόγῳ· φησὶν γὰρ οὕτως ‘εἰ δὲ τὸ μὲν ἔνυλον τὸ δὲ ἄυλον φῶς κατὰ τὴν τῶν φωτιζόντων πυρός τε καὶ ἡλίου διαφοράν, τὸ μὲν ἄυλον πῶς φθείρεται, τὸ δὲ ἔνυλον πῶς διὰ τῶν ἐνύλων δίεισιν; οὐδὲν γὰρ μᾶλλον ὅλος ὁ ἀὴρ ἡμῖν φωτιζόμενος φαίνεται καὶ ἀφ' ἡλίου καὶ ἐκ τοῦ παρ' ἡμῖν φωτὸς τοῦ ἐκ τοῦ πυρός· καὶ μὴν καὶ νέφους ὑποδραμόντος τὸν ἥλιον ὑπὸ θάτερα τέτμηται τὸ φῶς καὶ οὐκ ἔστιν ὅλως’.