Ancient Greek · ~5 min
Page 171
Joannes Philoponus Phil., De aeternitate mundi 171
Not analysed yet
τοῦτο δ' ἡμῖν διελήλεγκται. ὅτι δὲ οὐδὲ τὸ ποιητικὸν αἴτιον νοεῖν ἐνταῦθα τὴν ἀρχὴν δυνατόν, δῆλον πάλιν ἐκ τῶν ἀεὶ ὄντων καὶ μὴ γινομένων· ταῦτα γάρ φησιν οὐδεμίαν ἔχειν γενέσεως ἀρχήν. ὥστε συμβήσεται μηδὲν τῶν νοητῶν ποιητικὴν αἰτίαν ἔχειν κατὰ Πλάτωνα, ὅπερ ἐστὶν ψεῦδος καὶ ἄλλως ἄτοπον· πολλὰς γὰρ οὕτως ἀρχὰς καὶ οὐ μίαν εἰσάγειν ἀνάγκη καὶ τοσαύτας, ὅσα καὶ τὰ νοητά· μίαν δὲ εἶναι τὴν πάντων ἀρχὴν ὡμολόγηται. διὰ τί δὲ πάλιν, εἴπερ τοῦτο ἐζήτει (λέγω δή, εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὁ κόσμος), ‘γέγονεν’ εἶπεν καὶ μὴ ‘γίνεται’; καὶ πάλιν διὰ τί μὴ εἶπεν [ἀπὸ] ‘ἀπ' ἀρχῆς τινος ἀρχόμενος’ ἀλλ' ‘ἀρξάμενος’; τὸ γὰρ λέγειν ‘γιγνόμενον ἀεί’ τὰς τοῦ γίνεσθαι ἀρχὰς παρούσας ἔχει καὶ ἀεὶ τὸ τοιοῦτο ἄρχεται γίνεσθαι, οὐ μὴν ἤρξατο. διὰ τί δὲ καὶ ἑνικῶς καὶ ἀδιορίστως εἶπεν πλειόνων οὐσῶν τῶν τοῦ γινομένου ἀρχῶν καὶ ὡρισμένων, ὡς εἴρηται; οὐδὲν ἄρα ἄλλο τὴν ἀρχὴν ἐν τούτοις νοεῖν ἐνδέχεται ἢ τὴν τοῦ εἶναι καὶ τῆς ὑπάρξεως. οὕτως οὖν ἡμῖν καὶ τὸ τρίτον σημαινόμενον ἀπεληλέγχθω. ζιʹ. Λείπεται περὶ τοῦ τετάρτου τρόπου τοῦ γενητοῦ ἐπισκέψασθαι, ὅπερ ἐστὶν τὸ κατ' αἰτίαν γενητόν, εἰ γεγονέναι λέγων τὸν κόσμον ὁ Πλάτων κατ' αἰτίαν μόνον φησὶν γεγονέναι· καὶ ταύτῃ γάρ, ὡς εἶπον, τῇ δόξῃ ὁ Πρόκλος ἔθετο· οὕτως γάρ φησιν γενητὸν τὸ πᾶν λέγεσθαι παρὰ Πλάτωνος ὡς οὐκ ὂν οἷον τὸ