Ancient Greek · ~5 min
Page 172
Joannes Philoponus Phil., De aeternitate mundi 172
Not analysed yet
ἀεὶ ὂν οὐδὲ μόνον ἑαυτῷ τοῦ εἶναι αἴτιον ἀλλ' ἀφ' ἑτέρου ὑφιστάμενον. ὥστε καὶ οὕτως τὸ γενητὸν λέγεσθαι παρὰ Πλάτωνος ἐκδέχεται, καθὸ οὐχ ἑαυτῷ ἐστιν ὁ κόσμος τοῦ εἶναι αἴτιος ἀλλὰ παρὰ θεοῦ τὴν αἰτίαν τῆς ὑποστάσεως εἴληφεν. καὶ ὁ Πορφύριος δὲ καὶ ταῦτα κυριώτατα καθὸ σύνθετός ἐστιν γενητὸν λέγεσθαι τὸν κόσμον ὑπὸ Πλάτωνος φήσας ὅμως προϊὼν κατ' αἰτίαν γενητὸν αὐτὸν λέγεσθαί φησιν· ἐξηγούμενος γοῦν τὸ ‘ταύτην δὴ κυριωτάτην αἰτίαν παρὰ ἀνδρῶν φρονίμων καὶ τὰ ἑξῆς’ ταῦτά φησιν ‘ἀλλ' εἰ αὕτη κυριωτάτη κόσμου ἀρχὴ καὶ οὕτως ἤρξατο γίνεσθαι ὡς οὐκ ἐκ ταυτομάτου οὐδὲ αὐτοτελὴς ἑαυτῷ ἀλλ' ἀπὸ θεοῦ παρελθὼν καὶ ἀπὸ τῆς οὐσίας γενόμενος, οὐσία δὲ θεοῦ ἡ ἀγαθότης, θεὸς αὐτοῦ κυρίως εἴη ἀρχή. καὶ δὴ καὶ ὅταν ἀποροίη, πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος, οὕτως ἀκούειν <δεῖ ὡς> διαποροῦντος, πότερον ἐκ ταυτομάτου οὕτως ὑπέστη οὐκ ἔχων αὑτοῦ ποιητὴν ἢ ἐγένετο παρ' ἄλλου καὶ ὑπ' ἄλλου ἔχει τοῦ εἶναι τὴν ἀρχήν’. πρῶτον μὲν οὖν θαυμάζω, πῶς οἷόν τέ ἐστιν τὸν αὐτὸν Πλάτωνα περὶ τοῦ αὐτοῦ κόσμου κατὰ μίαν καὶ τὴν αὐτὴν διδασκαλίαν ζητοῦντα, εἴτε ἀεὶ ἦν γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν εἴτε γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος, ἅμα καὶ εἰ κατ' αἰτίαν γέγονε ζητεῖν καὶ εἰ σύνθετός ἐστιν καὶ εἰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει