Ancient Greek
Page 173
Joannes Philoponus Phil., De aeternitate mundi 173
Not analysed yet
καὶ καθ' ὅσα· ἄλλα τοῦ γενητοῦ σημαινόμενα προστιθέασιν. καὶ οἶμαί γε τὸ οὕτως ῥᾳδίως αὐτοὺς ἄλλοτε ἐπ' ἄλλα σημαινόμενα μεταβαίνειν τεκμήριον μέγιστόν ἐστιν τοῦ βιαίως αὐτοὺς ἐκδέχεσθαι τὰ τοῦ Πλάτωνος· διόλου γὰρ Πλάτωνι συμφωνεῖν αὐτοὶ ἑαυτοῖς καθ' ἓν τοῦ γενητοῦ σημαινόμενον μὴ δυνάμενοι τὸ λυσιτελοῦν αὑτοῖς καθ' ἕκαστον τόπον λαμβάνουσιν. δεύτερον, εἰ τὸ γεγονέναι τὸν κόσμον οὐκ ἀρχὴν τοῦ εἶναι ἔχειν δηλοῖ ἀλλὰ τὸ ἐκ θεοῦ τὴν ὑπόστασιν ἔχειν καὶ μὴ αὐτὸν τῆς ὑποστάσεως αὑτοῦ εἶναι αἴτιον, ἔδει αὐτό γε τοῦτο διαρρήδην εἰπεῖν Πλάτωνα, πότερον ἐκ θεοῦ ὑπέστη ὁ κόσμος ἢ οὔ, τὸ πολύσημον τῆς τοῦ γενητοῦ φωνῆς διεκφεύγοντα, ἵνα μὴ ἀμφίβολον τὸν ἑαυτοῦ σκοπὸν καταλείπῃ· μέγιστον γὰρ ἔγκλημα διαλεκτικῷ ἀνδρὶ φωναῖς ὁμωνύμοις ἐν προβλήμασιν ἢ προτάσεσιν κεχρῆσθαι ἄνευ τινὸς προσδιορισμοῦ καὶ τῆς εἰς τὰ διάφορα σημαινόμενα τῶν φωνῶν διαιρέσεως. ηιʹ. Ὅτι δ' οὐδὲ ἐνδέχεται τὸ κατ' αἰτίαν γεγονέναι μόνως ἀκούειν ἐν τῷ ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν’, δῆλον ἐντεῦθεν. εἰ γὰρ τὸ γεγονέναι τὸν κόσμον σημαίνει τῷ Πλάτωνι τὸ ποιητικὴν ἔχειν τοῦ εἶναι αἰτίαν, τῷ δὲ γεγονέναι τὸ μὴ γεγονέναι ἀντέθηκεν (‘ἡμᾶς’ γάρ φησιν ‘τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν’ καὶ πάλιν ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν’), δῆλον,