Ancient Greek · ~6 min
Page 174
Joannes Philoponus Phil., De aeternitate mundi 174
Not analysed yet
ὅτι καὶ τὸ μὴ γεγονέναι αὐτὸν ὡς ἐν προβλήματι λεγόμενον τὸ ἀντικείμενον τῷ γεγονέναι δηλοῖ, τουτέστιν τὸ μηδεμίαν ποιητικὴν αἰτίαν τοῦ εἶναι ἔχειν. μεταλαμβανόντων οὖν ἡμῶν τὸ μὲν μὴ γεγονέναι εἰς τὸ μὴ ἔχειν ποιητικὸν τοῦ εἶναι αἴτιον, τὸ δὲ γεγονέναι εἰς τοὐναντίον, εἴη ἂν τὸ λεγόμενον τοιοῦτον ‘ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλοντας, εἴτε ἀπό τινος ποιητικοῦ αἰτίου ὑπέστη εἴτε μή’ καὶ πάλιν ‘πότερον ἦν ἀεὶ ὁ κόσμος μηδεμίαν δημιουργικὴν αἰτίαν τῆς ὑπάρξεως ἔχων ἢ ἀπό τινος ποιητικοῦ αἰτίου εἰς τὸ εἶναι παρῆκται’. ἀλλ' οὐκ οἶμαί γε τὸν Πλάτωνα ἀμφίβολον οὕτως οἴεσθαι τὴν περὶ τοῦ δημιουργοῦ ὑπόληψιν, ὡς μὴ μόνον περὶ τοῦ κόσμου ἀλλὰ καὶ περὶ παντὸς εὐθὺς ἐν ἀρχῇ δεῖν σκοπεῖν οἴεσθαι, εἴτε ὑπέστη ἐκ θεοῦ εἴτε μὴ ἀλλ' αὐτόματον ἔχει τὴν ὕπαρξιν ἕκαστον (‘σκεπτέον’ γάρ, φησίν, ‘περὶ αὐτοῦ τόδε, ὅπερ καὶ περὶ παντὸς ἐν ἀρχῇ δεῖ σκοπεῖν’)· τὰ γὰρ ἐναργῆ ἐν προβλήματος οὐ τίθεται μοίρᾳ· οὐ διαλεκτικὸν γὰρ εἶναι πρόβλημά φησιν ὁ Ἀριστοτέλης, εἰ θεοὺς τιμητέον· κολάσεως γὰρ μᾶλλον, οὐ λόγου τοὺς ταῦτα προτείναντας δεῖσθαι· οὔτι λέγω τὸ περὶ παντὸς καὶ τοῦ τυχόντος οἴεσθαι δεῖν ζητεῖν, εἴτε ἐκ τοῦ δημιουργοῦ ὑπέστη εἴτε ἐκ ταυτομάτου καὶ ποιητικῆς αἰτίας χωρίς· ἀρχαῖος γάρ τις λόγος καὶ πάτριός ἐστιν πᾶσιν ἀνθρώποις, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ τοῦ κόσμου λόγῳ, ὡς ἐκ θεοῦ πάντα καὶ διὰ θεὸν ἡμῖν