Ancient Greek
Page 175
Joannes Philoponus Phil., De aeternitate mundi 175
Not analysed yet
συνέστηκεν, καὶ οὐδεμία φύσις ἐστὶν αὐτὴ καθ' ἑαυτὴν αὐτάρκης ἐρημωθεῖσα τῆς ἐκ τούτου σωτηρίας. πῶς ἂν οὖν τις καὶ τὸν τυχόντα νοῦν ἔχων οὐδὲ τὴν κοινὴν περὶ θεοῦ αἰδεσθεὶς ὑπόληψιν ἐν προβλήματος ἂν θείη μοίρᾳ, εἰ ἕκαστον τῶν ὄντων ἐκ θεοῦ δημιουργοῦ ὑπέστη ἢ αὐτὸ ἑαυτῷ τῆς ὑποστάσεώς ἐστιν αἴτιον; περὶ ὧν μέντοι μὴ προφανές ἐστιν, εἴτε ἤρξαντο τοῦ εἶναι εἴτε μή, ὥσπερ ἔχει ἐπί τε τῆς ἡμετέρας ψυχῆς καὶ ἐπὶ τοῦ κόσμου καὶ ἑτέρων τινῶν, εὔλογον οἴεται ὁ Πλάτων πρὸ πάντων τῶν περὶ αὐτῶν ζητουμένων τοῦτο δεῖν ζητεῖσθαι, εἴτε ἤρξαντο τοῦ εἶναι εἴτε μή· ὅτι γὰρ οἶδεν τοῦτο καὶ περὶ τῆς ἡμετέρας ψυχῆς παρὰ τοῖς πολλοῖς ἀμφιδοξούμενον, σαφῶς ἐν τῷ Τιμαίῳ φησὶν ‘τὴν δὲ ψυχὴν οὐχ, ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν, οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν· οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέρξας εἴασεν· ἀλλά πως ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πῃ καὶ λέγομεν· ὧδε καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου συνεστήσατο ἐκ τῶνδέ γε καὶ τοιῷδε τρόπῳ’. ὥστε οἶδεν τοὺς πολλοὺς ὑστέραν εἶναι τὴν ἡμετέραν ψυχὴν τῆς τοῦ σώματος κατασκευῆς οἰομένους. ἐφ' ὧν οὖν ἀμφίβολόν ἐστιν, εἴτε ἤρξατο τοῦ εἶναι εἴτε μή, ἐπὶ τούτων πρὸ τῶν ἄλλων ἁπάντων προβλημάτων ἐν τῇ περὶ αὐτῶν θεωρίᾳ ζητεῖν ἀξιοῖ, εἴτε ἀεὶ ἦν γενέσεως ἀρχὴν καὶ τοῦ εἶναι μὴ ἔχοντα, εἴτε ἀρχὴν τοῦ εἶναι καὶ τῆς γενέσεως εἴλη-