Ancient Greek · ~6 min
Page 176
Joannes Philoponus Phil., De aeternitate mundi 176
Not analysed yet
φεν πρότερον οὐκ ὄντα. καὶ ἐπεὶ οὖν καὶ τὸν κόσμον οἱ μὲν ἐξ ἀπείρου καὶ ἄναρχον εἶναι, οἱ δὲ ἀρχὴν εἰληφέναι οὐκ ὄντα πρότερον ὑπολαμβάνουσιν, εἰκότως τοῦτο πρὸ τῶν ἄλλων τῶν περὶ αὐτοῦ ζητουμένων ὁ Πλάτων ἐπισκέψασθαι προὔθετο. εἰ δὲ περὶ τοῦ παντὸς κόσμου ἀμφίβολον εἶναι οἴεται, εἴτε ἐκ θεοῦ ὑπέστη εἴτε μή, τῷ δὲ ὅλῳ καὶ τῶν μερικῶν ἕκαστον συνεπάγεται, πόσῳ δήπου μᾶλλον περὶ τῶν νοητῶν τοῦτο ἄν τις ὑπονοήσειεν; ὥστε εἴη ἂν ἐν τούτοις ζητῶν ὁ Πλάτων, εἰ ὅλως ἔστιν τι τῶν ὄντων ὑπὸ θεοῦ γενόμενον καὶ μὴ ἕκαστον αὐτὸ ἑαυτῷ τῆς ὑπάρξεώς ἐστιν αἴτιον· τοῦτο δὲ ἴσον ἐστὶν τῷ ζητεῖν, εἰ ὅλως δημιουργός ἐστιν ὁ θεὸς ἢ ἐστέρηται παντελῶς τῆς τοιαύτης δυνάμεως· ὁ γὰρ ἐπὶ πάντων τῶν ὄντων ζητήσεως εἶναι οἰόμενος ἄξιον, εἰ ἐκ θεοῦ ὑπέστη, ζητῶν ἂν εἴη ὁ τοιοῦτος καὶ ἀπορῶν, εἰ ὅλως δημιουργικὴν ἔχει δύναμιν ὁ θεός. εἰ τοίνυν μὴ τοσαύτην ἀμφιβολίαν τῆς τοῦ θεοῦ δημιουργίας ὁ Πλάτων κατεψηφίσατο κατὰ τὴν τῶν Ἐπικουρείων ἀθεότητα, ὡς περὶ ἑκάστου τῶν ὄντων ζητήσεως εἶναι ἄξιον οἴεσθαι, εἴτε θεὸν ἔχει τῆς ὑπάρξεως αἴτιον εἴτε μή, καὶ εἴτε ὅλως δημιουργός ἐστιν ὁ θεὸς εἴτε μή, οὐκ ἄρα τὸ ‘εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν’ ἐν προβλήματος κείμενον μοίρᾳ τὸ κατ' αἰτίαν γεγονέναι ἢ μὴ γεγονέναι δηλοῖ. καὶ ἄλλως δέ· πῶς οὐκ ἂν εἴη ἄλογον θεὸν μὲν τῆς περὶ τοῦ κόσμου ζητήσεως συνεργὸν ἐπικαλεῖσθαι ὡς πάντων αἴτιον τῶν ἀγαθῶν καὶ τῶν σμικροτάτων ὄντα, ἀμφιβάλλειν δὲ καὶ ἀπορεῖν, εἰ ἐκ θεοῦ τὸ πᾶν τὴν ὑπόστασιν εἴληφεν; ἀρ-