Ancient Greek · ~5 min
Page 177
Joannes Philoponus Phil., De aeternitate mundi 177
Not analysed yet
χόμενος γὰρ τῶν περὶ τοῦ κόσμου λόγων ὁ παρὰ Πλάτωνι Τίμαιος τοιαῦτα ἄττα φησὶν ‘ἀλλ' ὦ Σώκρατες τοῦτό γε δὴ πάντες, ὅσοι κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἀεί που καλοῦσιν· ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασιν παραλλάττοιμεν, ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπομένως δὲ ἡμῖν εἰπεῖν’. εἰ οὖν τὸ ἐπὶ παντὸς ὁρμῇ καὶ τοῦ σμικροτάτου θεὸν ἐπικαλεῖσθαι παντός ἐστιν καὶ τοῦ κατὰ βραχὺ σωφροσύνης μετέχοντος, αὐτὸ δὲ δὴ τοῦτο <τὸ> ἐπὶ θεὸν ἀνατείνεσθαι καὶ ἐπὶ πᾶσιν τὴν ἐξ αὐτοῦ συμμαχίαν καλεῖν ὁμολογοῦντός ἐστιν τὴν πάντων ἐκείνου δεσποτείαν τε καὶ ἀρχὴν καὶ ὡς ἐκεῖθεν ἅπασιν τό τε εἶναι καὶ τὸ εὖ εἶναι ἐφήκει, πῶς οὐκ ἄλογον ἅμα καὶ κατὰ ταὐτὸν τοῖς ἐναντιωτάτοις περιπίπτειν τὸν Πλάτωνα ἐπικαλεῖσθαι θεὸν λέγοντα εἰς τὴν περὶ τοῦ παντὸς σκέψιν, εἴτε ἐκ θεοῦ τὴν ὑπόστασιν εἴληφεν εἴτε μὴ ἀλλ' αὐτὸς αὑτῷ ὁ κόσμος τοῦ εἶναί ἐστιν αἴτιος; ὅμοιον γάρ, ὡς ἂν εἴ τις ἔλεγεν δεῖν τὸν αἴτιον τοῦ παντὸς ἐπικαλεῖσθαι εἰς τὴν περὶ τοῦ παντὸς σκέψιν, εἴτε αἴτιός ἐστιν τοῦ παντὸς εἴτε μή. οὐκ ἄρα τὸ ‘εἰ γέγονεν ἢ καὶ ἀγένητός ἐστιν ὁ κόσμος’ τὸ κατ' αἰτίαν γεγονέναι ἢ ἀγένητον εἶναι σημαίνει τῷ Πλάτωνι. σκόπει δὲ καὶ