Ancient Greek · ~6 min
Page 19
Joannes Philoponus Phil., De aeternitate mundi 19
Not analysed yet
ταῦτα μὲν ὁ Πρόκλος. σκόπει δέ, ὅτι οὐχ ὡς ἀπορῶν τὸ φθείρεσθαι τὸ φῶς τέθεικεν, ἀλλ' ὡμολογημένον τοῦτο λαβὼν ἐκ τούτου ἀπορεῖ, πῶς, εἴπερ ἄυλόν ἐστιν τὸ ἐξ ἡλίου φῶς, φθείρεται καὶ νέφους ὑποδραμόντος τὸν ἥλιον οὐκ ἔστιν ὅλως ἐπὶ θάτερα. πάλιν δὲ ὁ αὐτὸς μετ' ὀλίγα φησὶν ‘πῶς γὰρ ἂν εἴη συνεχὲς τὸ ἐν οὐρανῷ τῷ <ἐν> ἀέρι; τὸ μὲν γὰρ φθαρτόν, τὸ δὲ οὔ, καὶ τὸ μὲν τῆς οἰκείας ἀρχῆς ἐξήρτηται, τὸ δὲ ἀποτέτμηται εἰ τύχοι καὶ οὐκ ἔστιν ποτέ· τῷ δὲ ἀφθάρτῳ τὸ φθαρτὸν οὐ συνεχές· δύο γὰρ τὰ τοιαῦτα καὶ εἴδει διαφέροντά ἐστιν’. ὅτι μὲν οὖν τὸ ἐν ἀέρι φῶς φθαρτόν, σαφῶς καὶ ὁ Πρόκλος ἐδίδαξεν· ὅτι δὲ ὁμοίως τῷ ἐν ἀέρι φωτὶ καὶ τὸ ἐν τῷ χύματι τῶν οὐρανίων σφαιρῶν φθείρεται καὶ οὐκ ἔστιν ἄφθαρτον, ὥς φησιν ὁ Πρόκλος, δῆλον οἶμαι ἐκ τῶν ἐν ἀστρονομίᾳ δεδειγμένων· εἰ γὰρ ὁ κῶνος τῆς σκιᾶς τῆς ἀπὸ τῆς γῆς ἐφάπτεται μέρους τῆς σεληνιακῆς σφαίρας καὶ ὑπερβαίνει ταύτην, ὡς ἐναργῶς αἱ ἐκλείψεις πιστοῦνται πάσης ἐμπιπτούσης τῆς σελήνης εἰς τὸν τῆς σκιᾶς τῆς γῆς κῶνον, πρόδηλόν που πάντως, ὡς καὶ τὸ ἐν ταῖς οὐρανίαις σφαίραις κεχυμένον φῶς φθαρτόν ἐστιν· εἰ γὰρ περιιὼν ὁ τῆς σκιᾶς κῶνος ἄλλοτε ἄλλο μέρος τῆς σεληνιακῆς σφαίρας ἐπέχει καὶ οὐκ ἐᾷ ἐν τούτῳ τὸ ἡλιακὸν γενέσθαι φῶς (ὅθεν καὶ τὴν τῆς σελήνης ἐπιπρόσθησίν τε καὶ ἔκλειψιν συμβαίνει γίνεσθαι), σαφές, ὡς καὶ τὸ ἐκεῖσε κεχυμένον φῶς οὐκ ἄφθαρτόν ἐστιν, ὥς φησιν ὁ Πρόκλος, ἀλλὰ φθαρτόν· εἰ γὰρ τῆς αὐτῆς οὐσίας ἐστὶν ὅλος ὁ οὐρανός, φθαρτὸν δὲ