Ancient Greek · ~5 min
Page 183
Joannes Philoponus Phil., De aeternitate mundi 183
Not analysed yet
οὐδαμοῦ Πλάτων τὸ γίνεσθαι ἢ γεγονέναι ἐπὶ τῆς κατ' αἰτίαν γενέσεως ἔθηκεν· ὡς γὰρ δὴ [τῆς] περὶ τῆς κατὰ χρόνον γενέσεώς τε καὶ ἀρχῆς διαλεχθείς, ἐν οἷς φησιν ‘γέγονεν· ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων’, ἐπειδὴ ᾔδει τινὰς τῶν πρὸ αὐτοῦ φυσικῶν γεγονέναι μὲν ἀπό τινος ἀρχῆς τὸν κόσμον οἰομένους καὶ οὐκ ἀίδιον εἶναι, σχεδὸν δὲ πάντας πλὴν ἑνὸς τὴν ποιητικὴν αὐτοῦ ἀγνοοῦντας αἰτίαν, τὰ δὲ ὑλικὰ μόνον ἀποδιδόντας αἴτια ὥσπερ ἐκ ταυτομάτου τῆς εἰδοποιίας τε καὶ τάξεως γινομένης, μόνον δὲ Ἀναξαγόραν ὥσπερ ἐξ ὕπνου ἀναστάντα, καθὼς ὁ Πλάτων φησὶν αὐτός, νοῦν ἐπιστῆσαι τῷ παντὶ καὶ τούτῳ τὴν δημιουργικὴν αἰτίαν ἀναθεῖναι, διὰ τοῦτο αὐτὸς ὁ Πλάτων γεγονέναι τὸν κόσμον καὶ ἀρχὴν τοῦ εἶναι ἐσχηκέναι συλλογισάμενος εὐθὺς κατὰ συνέχειαν καὶ περὶ τῆς ποιητικῆς αὐτοῦ αἰτίας ἐδίδαξεν εἰπὼν ‘τῷ δ' αὖ γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀνάγκην εἶναι γίνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν’, οὐχ ὡς ἐν προβλήματι τοῦτο προτείνων ἀλλ' ὡς τοῖς προωμολογημένοις ἀκόλουθον συλλογιζόμενος· ἅμα γὰρ τῷ συγχωρηθῆναί τι γενητὸν εἶναι εὐθὺς ἐκ τῆς ἐναργείας συνεισάγεται τὸ εἶναι ποιητικόν τι τῆς γενέσεως ταύτης αἴτιον. ἢ φύσις οὖν πάντως ἢ τέχνη ποιητικόν ἐστιν ἑκάστου τῶν γενομένων