Ancient Greek · ~5 min
Page 189
Joannes Philoponus Phil., De aeternitate mundi 189
Not analysed yet
τε ἀτλαντικοῦ καὶ πολιτικοῦ πειρώμενος δεικνύναι, ὅτι γενητός· οὐδὲν γὰρ τοιοῦτον ἕξει ἐν τοῖς ἄλλοις μαρτύρασθαι πρὸς τὸ γενητὸν εἶναι ἐν αὐτῷ Τιμαίῳ· καὶ οὐδὲν ἧττον ἀγένητος κατ' αὐτοὺς ὁ κόσμος· πῶς δὲ ἀγένητος καὶ διὰ τίνας αἰτίας λέγει αὐτὸν γενητόν, εἴρηται. καθὸ μὲν οὖν γενητὸν αὐτὸν ὑποτίθεται, ἄφθαρτος ἔσται διὰ τὸν θεόν, καθὸ δὲ ἀγένητον οἶδεν, ἄφθαρτος ἔσται διὰ τὴν αὑτοῦ φύσιν, ὡς καὶ τἆλλα πάντα ἀγένητα ἄφθαρτά ἐστιν’. ταῦτα μὲν οὗτος· καὶ ὁ Πορφύριος δὲ καὶ οἱ ἑξῆς πάντες μέχρι δεῦρο γενητόν φασιν κατὰ χρόνον ἐξ ὑποθέσεως παρὰ τοῦ Πλάτωνος λέγεσθαι τὸν κόσμον τοῦ σαφοῦς τῆς διδασκαλίας ἕνεκεν. μηδεὶς δὲ ἡμῖν ἀδολεσχίαν ἐγκαλείτω περὶ τοὺς ἐλέγχους τῶν τοιούτων ἐνδιατρίβουσιν· εἰ μὲν γάρ τινι πιθανὸς τῶν εἰρημένων τις λόγος εἶναι δόξειεν, ἀκόλουθος δήπου καὶ ὁ παρ' ἡμῶν πάντως ἔλεγχος· εἰ δέ τις ἀπίθανον τὴν ὑπόθεσιν νομίσειεν, οὐχ ὁ τὸν στάχυν θερίζων ἀλλ' ὁ σπείρας πάντως τοῦ θερίζειν ἐστὶν αἴτιος· καὶ τὸ ἄλλῳ δὲ ἀπίθανον εἶναι δόξαν ἑτέρου πολλάκις ὡς πιθανὸν τῆς διανοίας καθήψατο. δεῖ δὲ πάσης ὀχλήσεως ἐλευθέραν ἡμῖν ἀναδειχθῆναι τὴν ἀλήθειαν. εἰ τοίνυν ὡς ἐν ὑποθέσει κατὰ χρόνον γεγονέναι τὸν κόσμον ὁ Πλάτων φησὶν ‘εἰ καὶ ἀγένητός ἐστιν’ δι' ἁστινασοῦν αἰτίας τοῦτο ὑποτιθέμενος, τίς ἦν τῶν μακρῶν ἐκείνων λήρων αὐτοῖς τὰ πολλὰ τοῦ γενητοῦ σημαινόμενα καταριθμουμένοις; εἰ γὰρ εὐσεβείας ἢ διδασκαλίας χάριν