Ancient Greek · ~6 min
Page 190
Joannes Philoponus Phil., De aeternitate mundi 190
Not analysed yet
ἀρχὴν τῆς τοῦ κόσμου γενέσεως ὁ Πλάτων ὑπέθετο, οὐκέτ' ἂν ἀληθὲς εἴη τὸ κατά τι τῶν εἰρημένων σημαινομένων γενητὸν εἶναι τὸν κόσμον ὑπ' αὐτοῦ λέγεσθαι· οὕτω γὰρ ὅ τε τῆς εὐσεβείας σκοπὸς καὶ ὁ τῆς διδασκαλίας τρόπος οἰχήσεται· ἅμα γὰρ ἀδύνατον καὶ ἐκείνως εἶναι γενητὸν λέγειν τὸν κόσμον καὶ ὡς ἀρχὴν τοῦ εἶναι ἔχοντα διὰ τὸ εὐσεβὲς ἢ διὰ τὸν διδασκαλικὸν τρόπον· εἰ γὰρ γενητὸν εἶναι λέγων τὸν κόσμον κατ' αἰτίαν φησὶν γενητὸν εἶναι ἢ ὡς σύνθετον καὶ οὐ κατὰ χρόνον, πῶς πάλιν φασὶν ὡς γινόμενον αὐτὸν καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνοντα ὑποτίθεσθαι εὐσεβείας ἢ διδασκαλίας χάριν; ἡ γὰρ πρώτη ὑπόθεσις ἀναιρετικὴ τῆς δευτέρας γίνεται. ἄλλως τε εἰ τοῦ σαφοῦς ἕνεκεν τῆς διδασκαλίας, ὥς φασιν, γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον ὁ Πλάτων ὑποτίθεται, πάντως ἂν αὐτὸ τοῦτο ἐπεσημήνατο, ὡς κατὰ φύσιν μὲν ἀγένητός ἐστιν, ἡμεῖς δὲ τοῦ σαφοῦς ἕνεκεν ὡς γινόμενον αὐτὸν θεωρήσωμεν, ἵνα μὴ τὰ ἐν ὑποθέσει λεγόμενα ὡς ἀληθῶς λεγόμενά τις ἐκδέχηται. ἀλλὰ δὴ καὶ τὸ οἴεσθαι εὐσεβείας χάριν τὸν Πλάτωνα γενέσεως ἀρχὴν τῷ κόσμῳ διδόναι ἀγενήτῳ ὄντι, ἵνα ἡ περὶ αὐτὸν τοῦ θεοῦ πρόνοια πιστευθῇ, λίαν ἠλίθιον· πρῶτον μὲν γὰρ πανταχοῦ τοῦτο διδάσκει σαφῶς τῇ τοῦ κόσμου δημιουργίᾳ τὸν θεὸν ἐπιστήσας καὶ τὰς αἰτίας, δι' ἃς ἕκαστον τοῖον ἢ τοῖον ὁ θεὸς ἐποίησεν, ἐξηγούμενος· τί οὖν ἔδει τῆς ψευδοῦς ὑποθέσεως εἰς τὸ διδάξαι τοῦτο, ὅπερ καὶ χωρὶς ταύτης ἐδίδαξεν; ἔπειτα δὲ συμβήσεται αὐτὸν κατὰ τὴν αὐτῶν ὑπόθεσιν