Ancient Greek · ~6 min
Page 20
Joannes Philoponus Phil., De aeternitate mundi 20
Not analysed yet
τὸ ἐν μιᾷ τε καὶ δευτέρᾳ σφαίρᾳ χεόμενον φῶς δέδεικται, ἔτι δὲ καὶ τὸ σεληνιακὸν φῶς ἐκ τοῦ ἡλίου τὴν ὕπαρξιν ἔχον γίνεται ἐναργῶς τε καὶ φθείρεται ἀθρόον μὲν ἐν ταῖς ἐκλείψεσιν τῆς σελήνης κατὰ βραχὺ δὲ τὸν λοιπὸν ἅπαντα χρόνον, σαφὲς δήπου, ὡς καὶ ἐν παντὶ τῷ οὐρανῷ φθαρτὸν ἂν εἴη, εἰ καὶ διὰ τὸ ἀεὶ παρεῖναι τὸ φωτίζον ταῖς ἀνωτέραις σφαίραις μηδενὸς αὐτὰς ἐπισκιάζοντος τῇ συνεχείᾳ δοκεῖ ἀεὶ τὸ αὐτὸ καὶ ἓν εἶναι φῶς, ὥσπερ ἂν εἰ καὶ πυρὸς ἀεὶ τὰ παρακείμενα θερμαίνοντος ἢ φωτίζοντος δόξῃ διὰ τὸ συνεχὲς τῆς ἀλλοιώσεως ἀπαθὴς εἶναι ἡ ἐγγινομένη τῷ ἀέρι θερμότης ἐκ τοῦ πυρὸς ἢ τὸ φῶς. ηʹ. Εἰ δέ τις μὴ φθείρεσθαι λέγοι τὸ ἐν ἀέρι γινόμενον φῶς ἀλλὰ τῷ φωτίζοντι συμπεριπολεῖν, μάλιστα μὲν οὐκ ἀληθὴς ἡ τοιαύτη ὑπόνοια, ἐπεὶ καὶ νέφους ὑποδραμόντος τὸν ἥλιον τὸ ἐντὸς ἅπαν ἐσκίασται τοῦ πρότερον ἐν τῷ ἀέρι γινομένου φωτὸς φθαρέντος, καίτοι τοῦ ἡλίου μὴ μεταστάντος· ὥστε καὶ ἐπειδὰν μεταστῇ οὐ συμπεριάγει ἑαυτῷ τὸ φῶς, ἀλλ' ἀεὶ τὸ μὲν ἀφ' ὧν ἀπέστη τόπων ἔφθαρται, ἄλλο δὲ ἐν οἷς ὁ ἥλιος γίνεται τόποις γεννᾶται φῶς. εἰ δ' ὅλως καὶ συγχωρήσειέ τις συμπεριπολεῖν τῷ ἡλίῳ τὸ ἐν ἀέρι φῶς, δηλονότι ἀχώριστον ἔσται τοῦ φωτίζοντος· εἰ δὲ τοῦτο, εἶδος ἂν εἴη ἢ πάθος αὐτοῦ· καὶ γὰρ καὶ τῷ Πλάτωνι δοκεῖ εἶδος εἶναι τὸ φῶς τοῦ φωτίζοντος. τούτου δὲ συγχωρηθέντος ἔτι πορρωτέρω τοῦ ζητουμένου ἡ εἰκὼν πεσεῖται· ὁ μὲν γὰρ ἥλιος ἅτε εἰδοποιούμενος ἐξ αὐτοῦ εἰκότως ἀχώριστον ἔχει τὸ φῶς· ἀχώριστα γὰρ τὰ εἴδη τῶν ὑποκειμένων·