Ancient Greek · ~5 min
Page 191
Joannes Philoponus Phil., De aeternitate mundi 191
Not analysed yet
εἰς τὴν ἐσχάτην ἀσέβειαν τοὺς ἀνθρώπους ἐνάγειν· εἰ γὰρ μὴ ὄντος τοῦ κόσμου ἀιδίου ἀνάγκη κατ' αὐτοὺς πρὶν ὑποστῆναι τὸν κόσμον μήτε τέλειον εἶναι τὸν θεὸν μήτε ἀγαθόν, ὑποτίθεται δέ, ὥς φασιν, ὁ Πλάτων ἀπ' ἀρχῆς τινος γεγονέναι τὸν κόσμον καὶ εὔχεταί γε τοῦτο πιστεύεσθαι οὐδαμοῦ τὰς αἰτίας, δι' ἃς τοῦτο πεποίηκεν, ἐνδειξάμενος, εἰς ἀσεβεῖς ἄρα ὑπολήψεις τοὺς πιστεύοντας αὐτῷ ἐνήγαγεν ἐν μηδενὶ τῶν διαλόγων ἀγένητον εἶναι τὸν κόσμον εἰπεῖν ἀνασχόμενος, τοὐναντίον δὲ πανταχοῦ τὴν γένεσιν αὐτοῦ λαμπρᾷ τῇ φωνῇ κηρύττων· καίτοι καὶ τὰς λογικὰς ψυχὰς ὑπὸ τῆς τοῦ θεοῦ προνοίας διοικεῖσθαι βουλόμενος σαφῶς ἀγενήτους αὐτὰς εἶναι κέκραγεν ἐν Φαίδρῳ οὐδὲν δείσας, μὴ κεναὶ ταύτης νομίζοιντο. κβʹ. Λίαν δὲ τολμηρὸν καὶ τὸ οὕτω ῥᾳδίως μεταφέρειν τὰς λέξεις· τὸν γὰρ ἤ διαζευκτικὸν σύνδεσμον ἢ διαπορητικὸν εἰς τὸν εἴ συναπτικὸν μεταλαμβάνεσθαι ἀξιοῖ τοῦ Πλάτωνος ἐξηγητὴς ποιητικῷ τρόπῳ. προϊὼν οὖν παραθήσομαι καὶ τὸν Ἀριστοτέλους ἐξηγητὴν Ἀλέξανδρον τὴν τοιαύτην τοῦ συνδέσμου μετάληψιν ἀπελέγχοντα, καὶ αὐτόθεν δὲ προφανὲς οἶμαι τὸ ἄτοπον· πρῶτον μὲν γὰρ τὸ ποιητικὰς μεταλήψεις ἐπὶ Πλατωνικὰς κυριολογίας ἐκδέχεσθαι τῶν ἀτοπωτάτων ἐστὶν καὶ ταῦτα σπανίως ἢ καὶ ἅπαξ σχεδὸν τοῦ ποιητοῦ τῇ τοιαύτῃ τοῦ συνδέσμου μεταλήψει χρησαμένου, ὡς οἱ τὰ ἐκείνου ἐξετάσαντες ἐπεσημήναντο. ἄλλως τε εἰ καὶ ἐν τῇ προκειμένῃ ῥήσει χώραν ἔσχεν τὸ βίαιον τῆς τοῦ συνδέσμου μεταλήψεως, ἀλλ' οὐκέτι καὶ ἐπὶ