Ancient Greek · ~6 min
Page 192
Joannes Philoponus Phil., De aeternitate mundi 192
Not analysed yet
τῶν ἑξῆς τοῦτο ποιεῖν δυνατόν· ὥσπερ γὰρ ἐνταῦθα τὸν προκείμενον αὐτῷ σκοπὸν ὁ Πλάτων ἀφοριζόμενος ἀντέθηκε τῷ γενητῷ τὸ ἀγένητον σκοπεῖν περὶ τοῦ παντὸς μέλλειν φήσας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, οὕτως ἐφεξῆς ἤδη λοιπὸν πρόβλημα τοῦτο ποιούμενός φησιν ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος’. εἰ τοίνυν σαφῶς ἐνταῦθα σκοπεῖν φησιν περὶ τοῦ κόσμου, εἴτε ἀεί ἐστιν ἀρχὴν γενέσεως οὐκ ἔχων ἢ καὶ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος, ἐν ἀπορίᾳ προτείνων ἑκάτερον καὶ οὐχὶ τῷ ἀγένητον εἶναι τὸν κόσμον συγκατατιθέμενος, πολλῷ δήπου ἄρα καὶ πρότερον, ἔνθα τὴν ἐν τούτοις σκέψιν προανεκήρυττεν, ὡς μέλλοι σκοπήσειν περὶ τοῦ παντός, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, οὐχὶ τὸ ‘ἢ καὶ ἀγενές ἐστιν’ ἀντὶ τοῦ ‘εἰ καὶ ἀγενές ἐστιν’ μετελάμβανεν, ἀλλὰ κυρίως ὁ ἤ κεῖται σύνδεσμος ὡς ἐν ἀπορίᾳ διαζευγνὺς τοῦ γενητοῦ τὸ ἀγένητον, ὡς τὸ ἕτερον μόνον ἐπὶ τοῦ κόσμου ὑποτίθεσθαι καὶ μὴ ἀμφότερα, ὡς δοκεῖ τῷ Ταύρῳ. ἄλλως τε εἰ τὸ ‘γέγονέν’ τις ἐκδέξοιτο κατά τι τῶν ἐκτεθέντων ὑπὸ τοῦ Ταύρου σημαινομένων, καὶ τὸ μὴ γεγονέναι δήπου κατὰ ἀπόφασιν τοῦ αὐτοῦ σημαινομένου ἐκδέχεσθαι ἀνάγκη (ὃ γὰρ τίθησιν ἡ κατάφασις, τοῦτο ἀναιρεῖ ἡ ἀπόφασις)· μεταλαμβανόντων οὖν τὸ ‘γέγονεν’ εἰς τὸ ‘κατ' αἰτίαν γέγονεν’, ἀνάγκη καὶ τὸ ‘μὴ γενόμενον’ (ταὐτὸν γὰρ τὸ ἀγένητον τῷ μὴ γενομένῳ) εἰς τὸ ‘κατ' αἰτίαν μὴ γενόμενον’ ἐκλαμβάνειν. εἴη ἂν οὖν τὸ συμφραζόμενον τοιοῦτον ‘ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους