Ancient Greek
Page 198
Joannes Philoponus Phil., De aeternitate mundi 198
Not analysed yet
τῆς ἐνδείας συναίσθησιν ἐκ τῆς ψυχῆς ἐγγινομένην τῷ σώματι ἐπ' αὐτὴν τὴν ψυχὴν ἀναφέροντες. τὴν μὲν οὖν περὶ τούτων ἀκριβεστέραν ἐξέτασιν, ὅτῳ φίλον, καὶ παρὰ τῶν προϋπομνηματισαμένων, ὧνπερ καὶ πρόσθεν ἐμνήσθημεν, μαθεῖν ἔξεστιν· καὶ αὐτοὶ γὰρ καίπερ ἀίδιον εἶναι τὸν κόσμον λέγοντες καὶ ἐν ὑποθέσει τὴν γένεσιν τῆς ψυχῆς παραδιδόναι τὸν Πλάτωνα ὅμως ἐν τούτοις τὸν μὲν ἐκτὸς τῶν κύκλων τὴν ἀπλανῆ ἐξειλήφασιν, τὸν δὲ ἐντὸς τὰς τῶν πλανωμένων, ὃν ἑξαχῇ σχίσας τοὺς ἑπτὰ τῶν πλανωμένων κύκλους ἐποίησεν. τινὲς δὲ τὸν μὲν ἐκτὸς τὸν ἰσημερινὸν ἤκουσαν κύκλον, τὸν δὲ ἐντὸς τὸν ζῳδιακόν, οἵτινες χιοειδῶς ἀλλήλους τέμνοντες κατὰ δύο σημεῖα, κριόν τε καὶ ζυγόν, ἀλλήλων ἅπτονται· καὶ γὰρ ἡ μὲν ἀπλανὴς ὑπὸ τὸν αὐτόν ἐστιν τῷ ἰσημερινῷ ἄξωνα καὶ περὶ τοὺς πόλους τούτου κινεῖται, αἱ δὲ πλανώμεναι περὶ τοὺς τοῦ ζῳδιακοῦ. τῶν δὲ κύκλων τούτων, φησὶν ὁ Πλάτων, τὸν μὲν ἐκτὸς ἐπὶ τὰ δεξιὰ ὁ θεὸς ἐκίνησε, τουτέστιν τὴν ἀπλανῆ, τὸν δὲ ἐντὸς ἐπ' ἀριστερά, τὰς πλανωμένας δηλονότι, δεξιὰ μὲν τὰ ἀνατολικὰ προσαγορεύων Ὁμηρικῶς, ἀριστερὰ δὲ τὰ δυτικά· φησὶ γοῦν κἀκεῖνος ‘εἴτ' ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε εἴτ' ἐπ' ἀριστερά τοί γε ποτὶ ζόφον ἠερόεντα’· φέρεται γὰρ ἡ μὲν ἀπλανὴς ἀπ' ἀνατολῶν ἐπὶ δυσμάς, τοὔμπαλιν δ' αἱ πλανώμεναι. καλεῖ δὲ τὴν μὲν ἐκτὸς κίνησιν ταὐτοῦ διὰ τὴν ταυτότητα τῆς τῶν ἀπλανῶν κινήσεως· ἰσόχρονον γὰρ ἅπαντα τὰ ἀπλανῆ