Ancient Greek · ~6 min
Page 199
Joannes Philoponus Phil., De aeternitate mundi 199
Not analysed yet
ποιεῖται τὴν κίνησιν καὶ τὸν αὐτὸν ἀεὶ ἐκπεριέρχεται κύκλον ἐκ τῶν αὐτῶν ἀεὶ σημείων τὰς ἀνατολὰς καὶ εἰς τὰ αὐτὰ τὰς δύσεις ποιούμενα. τὴν δὲ ἐντὸς κίνησιν, τουτέστιν τὴν τῶν πλανωμένων, θατέρου, φησίν, προσηγόρευσεν διὰ τὴν ἑτερότητα δηλονότι τῆς τῶν πλανωμένων κινήσεως· οὔτε γὰρ ἰσόχρονος ἡ τούτων κίνησις οὔτε ἑκάστου ἡ αὐτή· οὐδὲ γὰρ ἕνα καὶ τὸν αὐτὸν ἕκαστος ἐκπεριέρχεται κύκλον οὐδὲ ἐπὶ τῶν αὐτῶν ἀεὶ σημείων τάς τε ἀνατολὰς καὶ τὰς δύσεις οἱ αὐτοὶ ποιοῦνται. τῶν δὲ ἑπτὰ τῶν ἐντὸς κύκλων τρεῖς μὲν ἰσοταχεῖς εἶναι ἀλλήλοις, τόν τε τοῦ ἡλίου λέγων καὶ τὸν τοῦ ἑωσφόρου καὶ τὸν τοῦ Ἑρμοῦ καλούμενον (ἰσόδρομοι γὰρ τῶν πλανωμένων οὗτοι τυγχάνοντες δι' ἐνιαυτοῦ τὸν πάντα κύκλον ἐκπεριέρχονται), τοὺς δὲ λοιποὺς τέσσαρας ἀνίσους ἀλλήλοις τε καὶ τούτοις εἶναί φησιν, τουτέστιν τήν τε τοῦ Κρόνου καλουμένην σφαῖραν καὶ τοῦ Ἄρεως καὶ τοῦ Διὸς καὶ τὴν τῆς σελήνης (ἡ μὲν γὰρ τοῦ Κρόνου διὰ τριάκοντα ἐτῶν ἔγγιστα τὸν ἴδιον ἐκπεριπολεῖ κύκλον, ἡ δὲ τοῦ Διὸς ἐγγὺς διὰ δώδεκα, διὰ δύο δὲ πάλιν ἡ τοῦ Ἄρεως ἔγγιστα, ἡ δὲ τῆς σελήνης διὰ μηνός). μὴ τοίνυν μηδὲ ἐκ τῆς ψυχογονίας παρεχέτωσαν πράγματα Πλάτωνι πείθειν ἡμᾶς βιαζόμενοι, ὡς ἀγένητον εἶναι τὸν κόσμον οἴεται τὴν γένεσιν αὐτοῦ καθ' ὑπόθεσιν ἡμῖν εἰσηγούμενος. καίτοι, εἰ τοῦτο ἦν ἀληθές, διὰ τί μή, ὥσπερ τὴν ψυχὴν διαρρήδην ἐν ἑτέροις ἀγένητον εἶναι ἀποφαίνεται, οὕτως καὶ τὸν κόσμον ἡμῖν ἔν τινι τῶν οἰκείων συγγραμμά-