Ancient Greek · ~5 min
Page 200
Joannes Philoponus Phil., De aeternitate mundi 200
Not analysed yet
των ἀγένητον εἰπεῖν ἐτόλμησεν, τοὐναντίον δὲ πανταχοῦ γενητὸν εἶναι αὐτὸν καὶ γεγονέναι καὶ φύσει λυτὸν εἶναι κέκραγεν; κεʹ. Ἀλλ' ἐπειδή φησιν ὁ Πορφύριος τὰς περὶ τοῦ γεγονέναι τὸν κόσμον Πλάτωνος ἀποδείξεις μὴ εἶναι κατασκευαστικὰς τοῦ κατὰ χρόνον γεγονέναι τὸν κόσμον, ἐξ οὗ συλλογίζεται, ὡς οὐδὲ κατὰ χρόνον αὐτόν φησιν γεγονέναι Πλάτων, εὔλογον οἶμαι καὶ τοῦτο αὐτὸ ἐπισκέψασθαι παραθέντας πρότερον αὐτὴν τὴν Πορφυρίου λέξιν· ἔχει γὰρ οὕτως ‘ἴδωμεν τοίνυν, ποῖον σημαινόμενον τοῦ κόσμου ὁ Πλάτων κατηγόρησεν καὶ ποῖον ἠρώτησεν καὶ τίνι εἰκότως ἐφαρμόττει. καὶ μὴν ἔστω τὸ δηλοῦν τὴν ἀπὸ χρόνου γένεσιν παρειληφὼς καὶ σκεπτέσθω, πότερον ἦν ἀεὶ μηδέποτε ἀπὸ χρόνου γεγονὼς ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος, ἀποφαινέσθω δὲ ἀπό τινος ἀρχῆς χρονικῆς γεγονέναι, δι' ἃς ἐπιφέρει ἀποδείξεις. τίνες οὖν αὗται; ‘ὁρατός τε γὰρ ἁπτός τέ ἐστιν’, φησίν, ‘καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητὰ δόξῃ περιληπτὰ μετ' αἰσθήσεως γινόμενα καὶ γενητὰ ἐφάνη’. τούτων δὲ τί ἂν εἴη γελοιότερον; τίς γὰρ ἡ ἀνάγκη τῆς ἀκολουθίας, εἰ ὁρατὸς καὶ ἁπτὸς καὶ ἔχων σῶμα, ἀπ' ἀρχῆς χρόνου γεγονέναι;’ μεγίστη ἀνάγκη καὶ πάσης μείζων ἀποδείξεως ἡ ἐνάργεια· καὶ σὺ γάρ, ὦ θαυμάσιε, γενητὸν εἶναι τὸν κόσμον, καθὸ σύνθετός ἐστιν, ὑποτίθεσθαι Πλάτωνα λέγων καὶ τούτου ἀπόδειξιν παράγειν τὸ ὁρατὸν εἶναι ἁπτόν τε καὶ σῶμα