Ancient Greek · ~6 min
Page 21
Joannes Philoponus Phil., De aeternitate mundi 21
Not analysed yet
τὰ δὲ δημιουργήματα οὐκ εἰδοποιεῖ τὴν τοῦ δημιουργοῦ οὐσίαν· οὐκ ἄρα ποιητὴς τοῦ φωτὸς ὁ ἥλιος· οὐδὲν γὰρ τῶν ὑποκειμένων δημιουργικὸν αἴτιόν ἐστιν τοῦ εἰδοποιοῦντος αὐτὸ εἴδους, ἀλλ' οὐδὲ τοῦ ἰδίου πάθους τε καὶ συμβεβηκότος ποιητικὸν αἴτιόν ἐστιν τῶν ἐχόντων οὐδέν. τὸ αὐτὸ δ' ἂν εἴποι τις καὶ κατὰ Πλωτῖνον ‘ἐνέργειά ἐστιν τοῦ φωτίζοντος τὸ φῶς εἰς ἄλλα προϊοῦσα’. διό φησιν καὶ ‘παρόντος μὲν τοῦ ἐνεργοῦντος πάρεστιν ἡ ἐνέργεια, ἀπελθόντος δὲ συνάπεισιν’· εἰ γὰρ ἐνέργεια τοῦ ἡλίου τὸ ἐν ἀέρι φῶς, ἤτοι συμπληρωτικόν ἐστιν τῆς οὐσίας αὐτοῦ ἢ οὔ. εἰ μὲν οὖν συμπληρωτικὸν εἴη, ἀναγκαίως σύνεστιν ἀεὶ τῷ ἡλίῳ· τὰ γὰρ συμπληρωτικὰ τῶν οὐσιῶν ἀεὶ σύνεστιν αὐταῖς· ὁ δὲ κόσμος οὐ συμπληροῖ τὴν τοῦ δημιουργοῦ οὐσίαν· οὐκ ἄρα οὕτως ἔχει πρὸς τὸν θεὸν ὁ κόσμος ὡς πρὸς τὸν ἥλιον τὸ φῶς. εἰ δὲ μὴ εἴη συμπληρωτικὴ τοῦ ἡλίου ἡ τοῦ φωτὸς ἐνέργεια, ἐνδέχεται κατ' ἐπίνοιαν μὴ εἶναι ταύτην. ἀλλ' ἀδύνατον· εἰ γὰρ ὑπάρχει τὰ διαφανῆ ἢ ἁπλῶς τὰ δεκτικὰ τοῦ φωτός, ἀδύνατον μὴ φωτίζεσθαι ταῦτα τοῦ <ἡλίου> παρόντος· εἰ γὰρ μὴ φωτίζοιτο παρόντος, οὐδὲ ἥλιος ἔστιν ἔτι. εἴπερ ἄρα ἐνέργεια τοῦ ἡλίου ἐστὶν τὸ ἐν ἀέρι φῶς, συμπληρωτικὴν εἶναι αὐτὴν τῷ ἡλίῳ ἀνάγκη. εἰ δὲ πάθος ἐστὶν τοῦ ἀέρος τὸ φῶς, ὅπερ ἔμοιγε τῶν ἄλλων ἁπασῶν περὶ τοῦ φωτὸς ὑπολήψεων ἀληθέστερον εἶναι δοκεῖ, ἀλλοίωσις ἂν εἴη τοῦ διαφανοῦς ἢ ἁπλῶς τοῦ δεκτικοῦ· οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῶν περὶ ψυχῆς ἀπεφήνατο· ἔχει <δὲ> ἡ λέξις