Ancient Greek · ~6 min
Page 201
Joannes Philoponus Phil., De aeternitate mundi 201
Not analysed yet
ἔχειν ἀποφαινόμενος, πόθεν, εἰπέ μοι, τὴν ἀνάγκην τοῦ λόγου κατεσκεύασας; ποία γὰρ ἀνάγκη πᾶν ὁρατὸν εὐθὺς εἶναι καὶ σύνθετον; ἢ πάντως τὴν αἴσθησιν ἡμῖν πιστοτέραν οὖσαν παντὸς λόγου παράγεις μάρτυρα; ἀλλ' ὅτι μὲν πᾶν ὁρατὸν σύνθετόν ἐστιν, καὶ αὐτοὶ συνομολογοῦμεν· ἀλλ' οὐκ, ἐπειδὴ τῷ ὁρατῷ τὸ σύνθετον ἕπεται, ἔτι δὲ καὶ πᾶν ὁρατὸν γενητόν ἐστιν κατὰ Πλάτωνα, ἤδη διὰ τοῦτο ἀνάγκη ἀντὶ τοῦ συνθέτου τὸ γενητὸν παρειληφέναι τὸν Πλάτωνα· ἐπεὶ καὶ τὸ τριχῇ διαστατὸν ἐξ ἀνάγκης παντὶ ὁρατῷ καὶ ἁπτῷ καὶ σῶμα ἔχοντι ἕπεται καὶ τὸ πεπεράνθαι κατὰ μέγεθος καὶ τὸ ἐσχηματίσθαι πάντως ἢ τεταγμένῳ ἢ ἀτάκτῳ σχήματι καὶ τὸ συνεχὲς εἶναι καὶ οὐκ ἄν τις διὰ τοῦτο νομίσειεν Πλάτωνα τὸ γενητὸν ἀντὶ τούτων τινὸς μεταλαμβάνειν· τίς γὰρ ἀνάγκη τὸ γενητὸν εἰς τὸ σύνθετον μεταλαμβάνειν μᾶλλον ἢ εἰς τὸ πεπερασμένον συνεχὲς ἢ ἐσχηματισμένον ἢ εἰς ἄλλο τι, ὃ παντὶ σώματι ἐξ ἀνάγκης ὑπάρχει; ὁμοίως γὰρ τῷ αἰσθητῷ τό τε σύνθετον ἕπεται καὶ τῶν λοιπῶν ἕκαστον. ὅτι δὲ καὶ ἀδύνατον ὡς σύνθετον γενητὸν εἶναι τὸν κόσμον ὑπὸ Πλάτωνος λέγεσθαι, μικρῷ πρόσθεν ἐδείξαμεν. τοῦ δὲ τῷ ὁρατῷ ἢ ἁπλῶς αἰσθητῷ μὴ μόνον τὸ σύνθετον ἀλλὰ καὶ τὸ κατὰ χρόνον γενητὸν πάντως ἕπεσθαι καὶ ἡμεῖς φαμεν ἐξ αὐτῆς τῆς ἐναργείας τὴν πίστιν εἰληφέναι τὸν Πλάτωνα· ἐκ γὰρ τῶν τεσσάρων στοιχείων ἅπαντα τὸν κόσμον συνεστάναι διαρρήδην ὁ Πλάτων ἀποφαίνεται καὶ τούτῳ καὶ αὐτὸς ὁ Πορφύριος συγκατατίθεται, ὡς