Ancient Greek · ~6 min
Page 202
Joannes Philoponus Phil., De aeternitate mundi 202
Not analysed yet
ἐν τῷ τρισκαιδεκάτῳ τοῦ Πρόκλου κεφαλαίῳ γινόμενοι δείξομεν. ὅτι δὲ πάντα τὰ στοιχεῖα κατὰ πάντα τὰ μέρη ἑαυτῶν γενητά τέ ἐστιν καὶ φθαρτά, ἐξ αὐτῆς τῆς αἰσθήσεως τοῖς ἔχουσιν ὀφθαλμοὺς ἡ ἀπόδειξις· πᾶν γάρ, ὃ ἄν τις λάβοι μέρος ὕδατος ἢ πυρὸς ἢ γῆς ἢ ἀέρος, τοῦτο πάντως ἔν τινι χρόνῳ γέγονεν καὶ ἀρχὴν τοῦ εἶναι ἔσχηκεν· εἰ δὲ πάντα τὰ μέρη τοῦ ὕδατος ἐν χρόνῳ γέγονεν, τὸ δὲ ὅλον οὐδὲν ἕτερόν ἐστιν ἢ πάντα τὰ μέρη, καὶ τὸ ὅλον ἄρα ἐν χρόνῳ τινὶ τὴν ὕπαρξιν εἴληφεν, ὡς ἄλλοτε ἄλλας εἶναι κατ' ἀριθμὸν τὰς τῶν στοιχείων ὁλότητας· ἡ μὲν γὰρ εἰς ἄλληλα τῶν στοιχείων μεταβολὴ διὰ τὴν τοῦ κόσμου διαμονὴν γινομένη τῇ τοῦ λείποντος ἀναπληρώσει τὴν αὐτὴν ἀεὶ δοκεῖ φυλάττειν κατ' ἀριθμὸν τῶν στοιχείων ὁλότητα· φθειρόμενον γὰρ τὸ ὕδωρ εἰς ἀέρα τυχὸν μεταβέβληκε, πάλιν δ' αὖ φθαρεὶς ὁ ἀὴρ καὶ μεταβαλὼν εἰς ὕδωρ τὸ λεῖπον τοῦ ὕδατος ἀνεπλήρωσεν· καὶ ἐπὶ πάντων ὁ αὐτὸς λόγος. ἀλλ' ὥσπερ τις ναυπηγὸς ἄλλοτε ἄλλην σανίδα νεὼς τὴν πεπονηκυῖαν ἀμείβων χρόνῳ πᾶσαν τὴν ναῦν ἤμειψεν καὶ ἄλλην ἐξ ἄλλης κατ' ἀριθμὸν τὴν ὅλην ἐποίησεν, οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν στοιχείων ὁλότητος συμβαίνει· μέρους γάρ τινος ἀεὶ φθειρομένου, ἑτέρου δὲ ἀντ' αὐτοῦ γινομένου, τῷ μακρῷ χρόνῳ πᾶσαν συμβαίνει τὴν ὁλότητα τῶν στοιχείων μεταβάλλειν. εἰ οὖν μηδὲ αἱ ὁλότητες αἱ αὐταὶ κατ' ἀριθμὸν τῶν στοιχείων διαμένουσιν, τὸ δὲ μὴ κατ' ἀριθμὸν τὸ αὐτὸ μένον ἐν χρόνῳ καὶ ἤρξατο τοῦ εἶναι καὶ φθείρεται, δῆλον,