Ancient Greek · ~6 min
Page 203
Joannes Philoponus Phil., De aeternitate mundi 203
Not analysed yet
ὡς ἅμα τοῖς μέρεσιν καὶ αὐταὶ κατὰ χρόνον εἰσὶν γενηταὶ καὶ φθαρταὶ τῶν στοιχείων αἱ ὁλότητες. εἰ δὲ μὴ τὴν ἀρχὴν τῆς τῶν στοιχείων συστάσεως ἔγνωμεν, οὐ διὰ τοῦτο μηδὲ ἀρχὴν αὐτὰ τοῦ εἶναι ἔχειν εὔλογον οἴεσθαι· ἡ γὰρ νῦν αὐτῶν κατὰ μέρη φθορά τε καὶ γένεσις καὶ τοῦ ἀρχὴν αὐτὰ λαμβάνειν ὑπάρξεως ἱκανωτάτην πίστιν παρέχεται. ἀλλὰ δὴ καὶ τὰ ἐκ τῶν στοιχείων συγκείμενα πάντα ἐν χρόνῳ γίνεταί τε καὶ φθείρεται, οἷα φυτὰ καὶ ζῷα καὶ μέταλλα καὶ τὰ λοιπὰ πάντα σώματα. οὐκοῦν, εἰ πᾶν μὲν σῶμα ὁρατόν τε καὶ ἁπτὸν ἢ ἁπλῶς αἰσθητὸν ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων, ταῦτα δὲ γενητὰ κατὰ χρόνον δέδεικται, πᾶν ἄρα σῶμα αἰσθητὸν κατὰ χρόνον ἐστὶν γενητόν. εἰ οὖν ὁ οὐρανὸς ἐκ τῶν αὐτῶν στοιχείων συνεστὼς κατὰ Πλάτωνα σῶμά ἐστιν ὁρατόν τε καὶ ἁπτόν, καὶ ὁ οὐρανὸς ἄρα κατὰ χρόνον γενητὸς ἂν εἴη· ἐκ τῶν φανερῶν γὰρ τὰ ἀφανῆ δῆλα καθίσταται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ φθαρτὸς ἔσται κατὰ Πλάτωνα, ὅσον ἐπὶ τῷ λόγῳ τῆς φύσεως. καὶ ἄλλως δέ· ἄλογον ἂν φανείη τῶν τοῦ παντὸς στοιχείων χρονικὴν ἀρχὴν ἀεὶ λαμβανόντων καὶ ἄλλοτε ἄλλων κατ' ἀριθμὸν γινομένων τὸν ἐκ τούτων συνεστῶτα οὐρανὸν μήτε ἀρχήν ποτε τοῦ εἶναι ἐσχηκέναι μήτε τέλος ἕξειν μήτε μεταξὺ τροπήν τινα καὶ ἀλλοίωσιν κατ' οὐσίαν ὑπομένειν. ἐκ ταύτης οὖν τῆς ἀνάγκης ὁ Πλάτων τῷ τε ὁρατῷ τὸ κατὰ χρόνον γενητὸν ἕπεσθαι ἔφησεν καὶ διὰ τοῦτο τὸν κόσμον ὁρατὸν ὄντα καὶ γενητὸν εἶναι συνελογίσατο. δύναιτο δ' ἂν καὶ ἐξ