Ancient Greek · ~6 min
Page 204
Joannes Philoponus Phil., De aeternitate mundi 204
Not analysed yet
ἐπαγωγῆς αὐτὸ τοῦτο πάλιν εἰληφέναι Πλάτων. εἰ γὰρ τόδε τὸ αἰσθητόν, οἷον ζῷον ἢ ὕδωρ ἢ πῦρ, γενητόν ἐστιν κατὰ χρόνον καὶ πάλιν ἄλλο καὶ ἄλλο καὶ πάντα τὰ μερικὰ στοιχεῖα τοιαῦτα καὶ αἱ τούτων ὁλότητες, καὶ πᾶν ἄρα ὁρατὸν γενητόν ἐστιν· ὁρατὸς δέ ἐστιν καὶ ὁ κόσμος· καὶ αὐτὸς ἄρα γενητὸς ἂν εἴη κατὰ χρόνον. καὶ ἄλλως· εἰ ἐδείξαμεν, ὅτι οὐδένα τῶν ἐπινενοημένων τοῦ γενητοῦ τρόπων ὁ Πλάτων παρείληφεν (γένεσιν γάρ φησιν τὴν κατὰ χρόνον), τὸ δὲ μὴ γενόμενον ἅπαν (τουτέστιν τὸ μὴ κατὰ χρόνον γενόμενον) νοήσει μετὰ λόγου περιληπτὸν ὡρίσατο, ἕπεται ἄρα κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν τῷ μὴ νοητῷ ἅπαντι τὸ γένεσιν ἔχειν τὴν κατὰ χρόνον. πᾶν δὲ τὸ μὴ νοητὸν αἰσθητόν ἐστιν καὶ ἁπτόν· πᾶν ἄρα τὸ αἰσθητὸν καὶ ἁπτὸν κατὰ χρόνον ἐστὶν γενητόν. οὐκοῦν τῇ πρώτῃ ἑαυτοῦ ὑποθέσει ὁ Πλάτων τὰ ἐφεξῆς ἀκολούθως συνελογίσατο· πᾶν γὰρ τὸ μὴ γενόμενον κατὰ χρόνον νοητὸν εἶναι φήσας ἀκολούθως τὸ μὴ νοητὸν πᾶν ἀλλ' αἰσθητὸν γενητὸν εἶναί φησιν κατὰ χρόνον. ἢ οὖν τὰ πρότερά τις ἐλεγχέτω (λέγω δή, ὅτι τοῦ ἀεὶ ὄντος οὐ τὴν κατὰ χρόνον ἀνεῖλεν γένεσιν ἀλλ' ἄλλην τινά, ὅπερ διὰ πλειόνων ἡμεῖς ἐδείξαμεν) ἢ ἐκείνων ἀνελέγκτων μενόντων, εἰ τὸ κατὰ χρόνον ἀγένητον νοητὸν εἶναί φησιν, ἀκολουθήσει πάντως τὸ μὴ νοητὸν πᾶν ἀλλ' αἰσθητὸν γενητὸν εἶναι κατὰ χρόνον. ἀναγκαίως ἄρα καὶ οὐκ ἀσυλλογίστως ἐκ τοῦ αἰσθητὸν εἶναι τὸν κόσμον καὶ τὸ χρονικὴν ἔχειν ἀρχὴν ὁ Πλάτων συνελογίσατο.