Ancient Greek · ~6 min
Page 205
Joannes Philoponus Phil., De aeternitate mundi 205
Not analysed yet
κϛʹ. Ὅτι δὲ τὸ ὂν ἀεὶ οὐκ ἔχειν γένεσιν λέγων ὁ Πλάτων οὐδεμίαν ἄλλην φησὶν γένεσιν μὴ ἔχειν ἢ τὴν κατὰ χρόνον, ἱκανῶς μὲν καὶ πρότερον δέδεικται, μάθοι δ' ἄν τις οὐδὲν ἧττον καὶ ἐντεῦθεν. παντὶ δῆλον οἶμαι εἶναι, ὡς ὂν ἀεὶ ὁ Πλάτων καλεῖ τὸ παντάπασιν ἀμετάβλητον διὰ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν· τὸ γὰρ ἐν μεταβολῇ καὶ ἀλλοιώσει θεωρούμενον οὐδέποτε ὂν εἶναί φησιν· τὸ γὰρ μεταβάλλον οὔτε τοῦτό ἐστιν ἔτι, ἐξ οὗ μεταβάλλει, οὔτε ἐκεῖνό πω πάλιν, εἰς ὃ μεταβάλλει· εἴ τι οὖν ἐν συνεχεῖ μεταβολῇ θεωροῖτο ὑπάρχον, τοῦτο οὐδέποτε ὂν ἔσται, γινόμενον δὲ ἀεί. ὅτι δὲ τοῦτο σημαίνει παρὰ Πλάτωνι τὸ ὂν ἀεί, καὶ αὐτὸς μὲν διαρρήδην ὁριζόμενος αὐτὸ εἶπεν (‘νοήσει’ γάρ, φησίν, ‘μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον’), δῆλον δέ ἐστιν καὶ ἐξ ὧν τὸ γινόμενον οὐδέποτε ὂν εἶναί φησιν· ‘τί’ γάρ, φησίν, ‘τὸ γινόμενον μὲν ὂν δὲ οὐδέποτε’. εἰ οὖν τὸ γινόμενον (τουτέστιν τὸ ἐν μεταβολῇ ὄν) οὐδέποτε ὄν ἐστιν, τὸ ἄρα ὂν ἀεὶ τοῦτο πάντῃ ἐστὶν ἀμετάβλητον. ἐπεξήγησις οὖν ἐστιν τοῦ ἀεὶ ὄντος τὸ ‘γένεσιν δὲ οὐκ ἔχον’, ὥσπερ καὶ τοῦ γινομένου τὸ ‘ὂν δὲ οὐδέποτε’. τούτου οὖν οὕτως ἔχοντος ζητητέον, ποίαν γένεσιν ἀποφάσκει τοῦ ἀεὶ ὄντος ὁ Πλάτων. ἐγὼ μὲν οὖν φημι τὴν κατὰ χρόνον· τὸ γὰρ καθ' ὁτιοῦν χρονικῆς ἐστερημένον ἀρχῆς τοῦτο πάντῃ ἐστὶν ἀμετάβλητον, καὶ ἔμπαλιν, εἴ τι χρονικὴν ἔσχεν ἀρχὴν καθ' ὁτιοῦν τῶν περὶ αὐτὸ