Ancient Greek · ~6 min
Page 206
Joannes Philoponus Phil., De aeternitate mundi 206
Not analysed yet
θεωρουμένων, τοῦτο οὐκ ἔστιν παντάπασιν ἀμετάβλητον· καθὸ γὰρ ἀρχὴν ἔσχεν, κατὰ τοῦτο μετέβαλεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν. ὥστε ἄναρχον εἶναι δεῖ κατὰ χρόνον τὸ παντάπασιν ἀμετάβλητον· πᾶσα γὰρ μεταβολὴ καὶ ἐν χρόνῳ γίνεται καὶ ἀπὸ χρόνου τὴν ἀρχὴν λαμβάνει. ὥστε τὸ χρονικῆς ἀρχῆς ἐστερημένον καὶ μεταβολῆς πάσης ἐστέρηται. ἀντιστρέφει ἄρα ταῦτα ἀλλήλοις, καὶ εἴ τι πάντῃ ἐστὶν ἀμετάβλητον, τοῦτο καὶ πάσης ἀρχῆς χρονικῆς ἐστιν ὑπέρτερον καὶ χρονικῆς πάσης ἀρχῆς ἐστερημένον κατὰ πάντα ἐστὶν ἀμετάβλητον. εἰκότως ἄρα τὸ ἀεὶ ὂν (τουτέστιν τὸ πάντῃ ἀμετάβλητον) γένεσίν φησιν μὴ ἔχειν τὴν κατὰ χρόνον. εἰ δέ τις τὸ ‘γένεσιν δὲ οὐκ ἔχον’ ἀντὶ τοῦ ‘σύνθεσιν οὐκ ἔχον’ ἀκούοι, λεγέτω, τίνα λόγον ἔχει τὸν ἐρωτήσαντα, τί τὸ ὂν ἀεί (τουτέστιν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον), ἐπιφέρειν τὸ ‘σύνθεσιν δὲ οὐκ ἔχον’· εἰ γὰρ καὶ μυριάκις τις συγχωρήσοι τὸ ἀεὶ ὂν (τουτέστιν τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον) ἁπλοῦν εἶναι καὶ ἀσύνθετον, ἀλλ' οὐ πᾶν ἁπλοῦν καὶ ἀσύνθετον ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕξει· ἁπλᾶ γάρ ἐστιν τὰ πρῶτα τῶν σωμάτων στοιχεῖα (λέγω δὴ ὕλη καὶ εἶδος· οὐ γὰρ ἐπ' ἄπειρον πρόεισιν ἡ τῶν συνθέτων ἀνάλυσις, ἀλλ' εἰς τὰ ἁπλᾶ πάντως καταντᾶν ἀναλύοντας ἀνάγκη). καὶ οὐκ ἄν τις εἴποι τὰ ἁπλᾶ ταῦτα τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων εἶναι· τὰ μὲν γὰρ εἴδη τὰ ἔνυλα καὶ εἰς τὸ μὴ ὂν ἀναλύεται καὶ ἐκ τοῦ μὴ ὄντος πάλιν ὑφίσταται, ὡς δείξομεν μικρὸν ὕστερον, ἡ δὲ ὕλη ἄλλοτε