Ancient Greek · ~6 min
Page 207
Joannes Philoponus Phil., De aeternitate mundi 207
Not analysed yet
ἄλλα δέχεταί τε καὶ ἀποβάλλει εἴδη· οὐκ ἄρα τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων εἰσὶν ὕλη καὶ εἶδος ἁπλᾶ ὄντα. εἰ δὲ καὶ ἀίδια ἦν τὰ ἔνυλα εἴδη, ὅπερ ἀδύνατον, ἀλλ' οὖν τῷ ἄλλοτε ἐν ἄλλῳ ὑποκειμένῳ γίνεσθαι, ὡς καὶ ἡ ὕλη ἄλλοτε ἄλλα εἴδη δέχεται, οὐχ ἕξει τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ὥσπερ οὐδὲ ἡ ἡμετέρα ψυχή. ἀλλὰ δὴ καὶ τὰ χρώματα ἁπλᾶ μέν ἐστιν, οὐκ ἀεὶ δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει. εἰ οὖν ὡς ἰσοδυναμοῦν καὶ ταὐτὸν σημαῖνον ὁ Πλάτων παρείληφεν τό τε ‘ἀεὶ ὄν’ καὶ τὸ ‘γένεσιν δὲ οὐκ ἔχον’ (εἴ τι γὰρ πάντῃ γενέσεως ἐστέρηται, οὐκ ἰσοδυναμεῖ δὲ τῷ ἀεὶ ὄντι τὸ ἁπλοῦν τε καὶ ἀσύνθετον—οὐ γὰρ πᾶν ἁπλοῦν ἀεὶ ὄν ἐστιν—, οὐδὲ ἕπεται πάντως τῷ ἁπλῷ τὸ ἀεὶ εἶναι οὐδὲ ἀντιστρέφει πρὸς αὐτῷ ὥσπερ τῷ ἀγενήτῳ τὸ ἀεὶ εἶναι), οὐκ ἄρα τὸ ‘γένεσιν δὲ οὐκ ἔχον’ ἀντὶ τοῦ ‘σύνθεσιν δὲ οὐκ ἔχον’ φησὶν ὁ Πλάτων. ὅτι δὲ οὐδὲ τὴν κατ' αἰτίαν γένεσιν δηλοῖ, ἱκανῶς πρότερον ἐδείξαμεν· ἐπεὶ μὴ μόνον τῶν αἰσθητῶν ἀλλὰ καὶ τῶν νοητῶν ἁπάντων τὸ πρῶτον εἶναί φησιν ὁ Πλάτων αἴτιον· μία γὰρ ἡ τῶν ὄντων πάντων αἰτία καὶ ἀρχή· εἰ οὖν τὸ ἀεὶ ὂν μὴ ἔχοι γένεσιν τὴν κατ' αἰτίαν, πάντα δὲ τὰ νοητὰ καὶ γενέσεως ἀπηλλαγμένα ἀεὶ ὄντα φησίν, οὐ πάντων ἔσται τὸ πρῶτον αἴτιον καὶ οὐ μία ἡ ἀρχὴ τῶν ὄντων ἀλλὰ πολλαί· ὅπερ ἄτοπον. οὐδ' ἄρα τὴν κατ' αἰτίαν γένεσιν ἀναιρεῖ τῶν ὄντων. ὅτι δὲ οὐδὲ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι