Ancient Greek · ~6 min
Page 208
Joannes Philoponus Phil., De aeternitate mundi 208
Not analysed yet
ἔχειν σημαίνει διὰ τοῦ ‘γένεσιν δὲ οὐκ ἔχον’, δῆλον ἐξ ὧν οὐκ εἶπεν ‘οὐ γινόμενον δέ’ ἀλλὰ ‘γένεσιν δὲ οὐκ ἔχον’· τὰ γὰρ ἐν συνεχείᾳ γενέσεως καὶ μεταβολῆς ὄντα γινόμενα καλεῖ, οὐ γένεσιν ἔχοντα· ‘τί’ γάρ, φησίν, ‘τὸ γινόμενον μὲν ὂν δὲ οὐδέποτε’. καὶ ἄλλως· οὐκ εἴ τι ἀπὸ χρόνου τοῦ εἶναι ἤρξατο, τοῦτο πάντως ἐν τῷ γίνεσθαι καὶ ἐν συνεχεῖ μεταβολῇ τὸ εἶναι ἔχει, οἷον τὸ τῆς τεχνητῆς σφαίρας ἢ τὸ τοῦ τεχνητοῦ κύκλου κέντρον· τοῦτο γὰρ ἀρχὴν μὲν τοῦ εἶναι ἔσχεν, ἕως δ' ἂν ᾖ κέντρον, πάντῃ ἐστὶν ἀκίνητόν τε καὶ ἀμετάβλητον, ᾗ τοιοῦτόν ἐστιν. πάλιν ἡ τοῦ τριγώνου ἐπιστήμη, ὅτι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, ἀρχὴν μὲν ἐν τῇδε τῇ ψυχῇ τοῦ εἶναι λαμβάνει, οἷον ὡς ἐν τῇ Πλάτωνος ψυχῇ, λήθης αὐτῷ μὴ ἐγγενομένης ἀεὶ ὡσαύτως ἔχει κατ' οὐδὲν εἶδος μεταβολῆς μεταβάλλουσα. καὶ αὐτὸ δὲ τὸ μερικὸν τρίγωνον, οἷον ξύλον ἢ τὸ ἐν τῷ ἀβακίῳ καταγεγραμμένον, τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχον ἀρχὴν μὲν τοῦ εἶναι τοιαύτην ἔσχεν, ἕως δ' ἂν ᾖ, οὔτε ᾗ τρίγωνόν ἐστιν μεταβάλλει οὔτε καθὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. ὥστε οὐκ ἐν τῷ γίνεσθαι τρίγωνον τὸ εἶναι ἔχει ἢ τὰς τρεῖς γωνίας δυσὶν ὁρᾶσθαι ἴσας. καὶ ἐπὶ ἄλλων πλειόνων τὸ αὐτὸ ἔστιν δεῖξαι. οὐκ ἄρα πᾶν τὸ ἀρχὴν τοῦ εἶναι ἔχον πάντως καὶ ἐν συνεχεῖ γενέσει καὶ μεταβολῇ τὸ εἶναι ἔχει. εἴ τι μέντοι καθάπαξ χρονικῆς