Ancient Greek · ~6 min
Page 209
Joannes Philoponus Phil., De aeternitate mundi 209
Not analysed yet
ἀρχῆς ἐστέρηται, τοῦτο καὶ μεταβολῆς ἁπάσης ἐστὶν ὑπέρτερον, ὡς ἀρτίως ἐδείξαμεν. τούτων οὕτως ἐχόντων, εἰ τὸ ἀεὶ ὂν γένεσιν μὴ ἔχειν λέγων ὁ Πλάτων διὰ τοῦ τὴν γένεσιν ἀνελεῖν πᾶσαν ἀλλοίωσιν αὐτοῦ καὶ μεταβολὴν ἀνελεῖν βούλεται, ἐνδέχεται δέ τι μὴ ἔχειν μὲν ἐν τῷ γίγνεσθαι τὸ εἶναι μηδὲ ἐν συνεχεῖ ἀλλοιώσει εἶναι, ἀρχὴν μέντοι τοῦ εἶναι ἔχειν καὶ τέλος καὶ ταύτῃ μὴ εἶναι ἀναλλοίωτον, τὸ δὲ τοιοῦτον τῶν ἀεὶ ὄντων οὐκ ἔστιν οὐδὲ τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων, οὐκ ἄρα τὴν τοιαύτην γένεσιν (λέγω δὴ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν) τῶν ἀεὶ ὄντων ὁ Πλάτων ἀπέφησεν. εἰ οὖν τὸ ἀεὶ ὂν μὴ ἔχειν γένεσιν λέγων ὁ Πλάτων οὐδὲν αὐτοῦ τῶν ἄλλων τῆς γενέσεως σημαινομένων ἀνεῖλεν, λείπεται ἄρα τὴν κατὰ χρόνον αὐτοῦ γένεσιν ἀποφάσκειν· ὅπερ δεῖξαι προὐθέμεθα. ἵνα γὰρ ἐκ τοῦ περιόντος πᾶσαν μεταβολῆς ἔννοιαν τῶν αἰωνίων ἀφέλοι, τὴν χρονικὴν ἀρχὴν αὐτῶν ἀφεῖλεν· ὁρῶμεν γὰρ πᾶσαν μεταβολὴν καὶ ἐν χρόνῳ γινομένην καὶ ἀπό τινος ἀρχομένην χρόνου. τὸ οὖν ἔξω ὂν πάσης χρονικῆς ἀρχῆς καὶ παντὸς χρόνου ἐστὶν ἔξω, τὸ δὲ ἔξω ὂν παντὸς χρόνου καὶ μεταβολῆς πάσης ἐστέρηται· πᾶσα γὰρ μεταβολὴ ἐν χρόνῳ. εἰ οὖν τὸ ἀεὶ ὂν νοητόν τε καὶ αἰώνιον γένεσιν οὐκ ἔχει, τὸ δὲ αἰσθητὸν καὶ μηδέποτε ὂν μηδὲ αἰώνιον γενητόν ἐστιν (ἀντίκειται δὲ ταῦτα ἀλλήλοις, τῷ αἰσθητῷ τὸ νοητὸν καὶ τῷ αἰωνίῳ τὸ μὴ αἰώνιον καὶ τῷ ἀεὶ ὄντι τὸ μηδέποτε ὂν