Ancient Greek · ~6 min
Page 210
Joannes Philoponus Phil., De aeternitate mundi 210
Not analysed yet
καὶ τῷ τοιῶσδε γενητῷ τὸ τοιῶσδε ἀγένητον), τὸ δὲ νοητὸν καὶ αἰώνιον γένεσιν οὐκ ἔχει τὴν κατὰ χρόνον, τὸ ἄρα αἰσθητὸν καὶ οὐκ αἰώνιον τὴν κατὰ χρόνον ἔχει γένεσιν· τοῖς γὰρ ἀντικειμένοις τὰ ἀντικείμενα ὑπάρχει, ᾗ τοιοῦτόν ἐστιν ἕκαστον, ὡς ἐν τοῖς τόποις δέδεικται, οἷον εἰ τῷ μέλανι τὸ συγκρίνειν, τῷ λευκῷ τὸ διακρίνειν, εἰ τῷ δεσπότῃ τὸ ἄρχειν, τῷ δούλῳ τὸ ἄρχεσθαι, εἰ τῇ ἕξει τῆς ὄψεως τὸ ὁρᾶν, τῇ στερήσει τὸ μὴ ὁρᾶν, εἰ τῷ ὑγιαίνειν τὸ κατὰ φύσιν ἀνεμποδίστως ἐνεργεῖν, τῷ μὴ ὑγιαίνειν τὸ μὴ ἀνεμποδίστως τὰς κατὰ φύσιν ἀποτελεῖν ἐνεργείας. εἶπον δὲ τὸ ᾗ τοιοῦτόν ἐστιν ἕκαστον, ἵνα τὰ ὡς ἀντικείμενα ὑπάρχοντα λάβωμεν· ἀντικείμενα γὰρ ὡς τὰ πρός τι δεσπότης καὶ δοῦλος, ἀλλὰ τούτων ἕκαστος καὶ ἀναπνεῖ καὶ ζῇ καὶ αἰσθάνεται οὐχ ᾗ δοῦλος οὐδ' ᾗ δεσπότης ἀλλ' ᾗ ἄνθρωποί εἰσιν· ᾗ δὲ δεσπότης ἐστίν, ὑπάρχει αὐτῷ τὸ ἄρχειν, ὁμοίως καὶ τῷ δούλῳ τὸ ἄρχεσθαι, ᾗ [τὸ] τοιοῦτός ἐστιν. καὶ τῷ λευκῷ δὲ καὶ τῷ μέλανι ὑπάρχει τὸ ποιότησιν εἶναι, τὸ χρώμασιν εἶναι, ἀλλ' οὐχ ᾗ ἀντικείμενά εἰσιν· ᾗ δὲ ἀντικείμενά ἐστιν, τὸ διακρίνειν καὶ συγκρίνειν. ὁμοίως, εἰ τῷ πατρὶ τὸ φιλεῖν, τῷ υἱῷ τὸ φιλεῖσθαι· οὐ γὰρ ἐναντία πατὴρ καὶ υἱὸς ἀλλὰ τῶν πρός τι· ὥστε οὐ τὰ ἐναντία αὐτοῖς ἕψεται ἀλλὰ τὰ πρός τι· ἀντίκειται δὲ ὡς μὲν ἐναντία τὸ φιλεῖν καὶ μισεῖν, ὡς δὲ πρός τι τὸ φιλεῖν καὶ φιλεῖσθαι· ὥστε, εἰ τῷ πατρὶ τὸ φιλεῖν, τῷ υἱῷ τὸ φιλεῖσθαι ἕψεται. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. οὕτω δὴ οὖν, εἰ ἀντίκεινται τῷ ἀμετα-