Ancient Greek · ~6 min
Page 22
Joannes Philoponus Phil., De aeternitate mundi 22
Not analysed yet
οὕτως ‘φῶς δέ ἐστιν ἡ τούτου ἐνέργεια τοῦ διαφανοῦς, ᾗ διαφανές. δυνάμει δὲ ἐν οἷς τοῦτό ἐστιν, καὶ τὸ σκότος. τὸ δὲ φῶς οἷον χρῶμά ἐστιν τοῦ διαφανοῦς, ὅταν ᾖ ἐντελεχείᾳ διαφανὲς ὑπὸ πυρὸς ἢ τοιούτου οἷον τὸ ἄνω σῶμα· καὶ γὰρ τούτοις τοῦτο ὑπάρχει ἓν καὶ ταὐτό. τί μὲν οὖν τὸ διαφανὲς καὶ τί τὸ φῶς, εἴρηται’. ταῦτα μὲν οὖν περὶ τοῦ φωτὸς ὁ Ἀριστοτέλης ἐναργῶς εἶδός τι καὶ τελειότητα τοῦ διαφανοῦς εἶναι λέγων τὸ φῶς. εἰ οὖν τὸ διαφανὲς ἐν ἀέρι ἐστὶν καὶ ὕδατι καὶ τοῖς παραπλησίοις, δηλονότι πάθος ἐστὶν ἀλλοιωτικὸν τῶν τοιούτων σωμάτων τὸ φῶς. τούτου δὲ οὕτως ἔχοντος οὐδὲν θαυμαστὸν τοῦ μὲν ἔχοντος ἐπιτηδείως πρὸς τὸ ποιεῖν τοῦ δὲ πρὸς τὸ πάσχειν ἅμα τῷ παρεῖναι ἀλλήλοις τό τε ποιοῦν καὶ τὸ πάσχον εὐθὺς τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν· ἐπεὶ καὶ τὸ πῦρ παρακείμενον τῷ ἀέρι δυνάμει ὄντι θερμῷ ἀλλοιοῖ αὐτὸν καὶ ποιεῖ ἐνεργείᾳ θερμόν. εἰ δὲ ἀναχωροῦντος τοῦ φωτίζοντος ἀφανίζεται καὶ τὸ ἐν ἀέρι γινόμενον φῶς, οὐ ξένον· καὶ γὰρ καὶ τοῦ πυρὸς ἀποστάντος παύεται ἡ ἐν τῷ ἀέρι γινομένη θερμότης, πλὴν ὅτι ταχεῖα ἐπὶ φωτὸς ἢ καὶ ἄχρονος ἡ φθορὰ ὥσπερ καὶ ἡ γένεσις. εἰ οὖν ὁ μὲν ἥλιος κατὰ ἀλλοίωσιν μεταβάλλει τὸ διαφανές, ὁ θεὸς δὲ αὐτῶν τῶν οὐσιῶν ἐστιν παρακτικός, διαφέρει δὲ ἀλλοίωσις γενέσεώς τε καὶ οὐσιώσεως, ἢ δειξάτωσαν ἐπὶ τῆς ἁπλῶς γενέσεως (τουτέστιν τῆς τῶν οὐσιῶν) τῷ αἰτίῳ τὸ αἰτιατὸν