Ancient Greek · ~5 min
Page 211
Joannes Philoponus Phil., De aeternitate mundi 211
Not analysed yet
βλήτῳ καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντι καὶ νοητῷ τὸ μεταβλητὸν καὶ μηδέποτε ὡσαύτως ἔχον καὶ αἰσθητόν, τὸ δὲ ἀμετάβλητον, ᾗ ἀμετάβλητόν ἐστιν, ἄναρχόν ἐστιν κατὰ χρόνον, τὸ ἄρα μεταβλητὸν οὐκ ἄναρχον ἔσται κατὰ χρόνον, ᾗ τοιοῦτόν ἐστιν. κζʹ. Ἐπεὶ οὖν ὁ λόγος ἱκανῶς ἔδειξεν, ὡς κατὰ χρόνον γεγονέναι τὸν κόσμον ὁ Πλάτων βούλεται, τουτέστιν ἀρχὴν τοῦ εἶναι ἔχειν πρὶν γενέσθαι οὐκ ὄντα, καιρὸς ἂν εἴη λοιπὸν καὶ τὰς τῶν φιλοσόφων περὶ αὐτοῦ παραθέσθαι μαρτυρίας. τοὺς μὲν οὖν ἀμφὶ Πλούταρχον παρήσω καὶ Ἀττικὸν ὡμολογημένους παρὰ πᾶσιν ὄντας, ὡς διαρρήδην ἀποφαίνονται γενητὸν εἶναι κατὰ χρόνον τὸν κόσμον οἴεσθαι Πλάτωνα καὶ πρὸς τοὺς τἀναντία δοξάζοντας ἀντικαθίστανται· ἤδη δὲ καὶ μακρὰς τούτων περικοπὰς οἱ τοῦ καθ' ἡμᾶς λόγου γενόμενοι διδάσκαλοι ἐν τοῖς οἰκείοις παρέθεντο συγγράμμασιν, ὧν ἐστιν καὶ ὁ τῆς Καισαρέων ἐκκλησίας ἡγησάμενος Εὐσέβιος. ὅθεν τούτους μὲν ἐγὼ νῦν παρήσω, τὸν δὲ τοῦ Πλάτωνος ἀκροατὴν τῷ λόγῳ παραστήσομαι μάρτυρα· τίς γὰρ ἀξιοπιστότερος μάρτυς τῆς Πλάτωνος δόξης γένοιτ' ἂν Ἀριστοτέλους, ὃς εἴκοσι μέν που ἐνιαυτοὺς μεμαθητευκέναι λέγεται Πλάτωνι, ἀγχινοίᾳ δὲ τούς, ὅσοι πώποτε πρὸ αὐτοῦ παρ' Ἕλλησι γεγόνασι, ὑπερηκόντισε καὶ ὑπὸ Πλάτωνος τοσοῦτον τῆς ἀγχινοίας ἠγάσθη, ὡς νοῦς τῆς διατριβῆς ὑπ' αὐτοῦ προσαγορεύεσθαι. τὰς τούτου δὲ ῥήσεις παρατιθέμενος ἅμα καὶ τὰς ὑπομνηματικὰς αὐτῶν ἐξηγήσεις Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως παραθήσομαι σαφῆ τε διὰ τούτου τὴν Ἀριστοτέλους