Ancient Greek
Page 212
Joannes Philoponus Phil., De aeternitate mundi 212
Not analysed yet
ἔννοιαν καθιστῶν διὰ τὸ φύσει περὶ τὴν φράσιν τοῦ ἀνδρὸς ἀγκύλον καὶ ἅμα καὶ ἕτερον εἰς τὸ προκείμενον ἐφελκόμενος μάρτυρα. Ἀριστοτέλους ἐκ τοῦ πρώτου τῆς περὶ οὐρανοῦ. ‘Τούτων διωρισμένων λέγωμεν μετὰ ταῦτα, πότερον ἀγένητος ἢ γενητὸς καὶ ἄφθαρτος ἢ φθαρτός, διεξελθόντες πρότερον τὰς τῶν ἄλλων ὑπολήψεις’. καὶ μετὰ βραχέα ‘γενόμενον μὲν οὖν ἅπαντες εἶναί φασιν, ἀλλὰ γενόμενον οἱ μὲν ἀίδιον, οἱ δὲ φθαρτὸν ὥσπερ ὁτιοῦν ἄλλο τῶν φύσει συνισταμένων, οἱ δὲ ἐναλλὰξ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἔχειν φθειρόμενον καὶ τοῦτ' ἀεὶ διατελεῖν οὕτως, ὥσπερ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος.’ Ἀλεξάνδρου Ἀφροδισιέως ἐκ τῶν εἰς τὰ λεγόμενα ἐξηγητικῶν ὑπομνημάτων. ‘Περὶ μὲν οὖν τοῦ γεγονέναι τὸν κόσμον πάντας φησὶν ἀλλήλοις ὁμογνωμονεῖν τούς τε θεολόγους καὶ τοὺς φυσικούς, ἐν δὲ τοῖς μετὰ ταῦτα εἶναι τὴν διαφωνίαν αὐτοῖς. τοὺς μὲν γὰρ τῶν γεγονέναι λεγόντων ἀίδιον φάσκειν αὐτὸν εἶναι· Ὀρφεύς τε γὰρ καὶ Ἡσίοδος καὶ οἱ πλεῖστοι τῶν θεολόγων ἐπὶ ταύτης ἐγένοντο τῆς δόξης καὶ μετὰ τούτους Πλάτων. τινὲς δὲ τῶν γεγονέναι λεγόντων ὅτι καὶ φθαρτός ἐστιν συναποφαίνονται, ὥσπερ καὶ τῶν ἄλλων τινῶν ἕκαστον· πάντα γὰρ ὁρᾶται γιγνόμενα καὶ φθειρόμενα. οἱ δὲ ἐναλλὰξ γίνεσθαί φασιν τὸν αὐτὸν καὶ φθείρεσθαι