Ancient Greek
Page 213
Joannes Philoponus Phil., De aeternitate mundi 213
Not analysed yet
καὶ διὰ περιόδων πάλιν τινῶν γίνεσθαι καὶ πάλιν φθείρεσθαι καὶ τοῦτο ἀίδιον εἶναι καὶ εἰς ἀεί, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος· ταύτης δέ φησιν τῆς δόξης καὶ τοὺς Στωικοὺς γεγονέναι’. καὶ μετ' ὀλίγα ‘οἱ δὲ γενητὸν λέγοντες αὐτὸν καὶ φθαρτὸν ὡς ὁτιοῦν ἄλλο τῶν συνισταμένων εἶεν ἂν οἱ περὶ Δημόκριτον· ὥσπερ γὰρ ἕκαστον τῶν ἄλλων γίνεται καὶ φθείρεται κατ' αὐτούς, οὕτω δὴ καὶ τῶν κόσμων ἀπείρων ἕκαστος.’ Ἀριστοτέλους τὰ ἐφεξῆς τοῖς προκειμένοις. ‘Τὸ μὲν οὖν γενέσθαι μὲν ἀίδιον δ' ὅμως εἶναι φάναι τῶν ἀδυνάτων· μόνα γὰρ ταῦτα θετέον εὐλόγως, ὅσα περὶ πολλῶν ἢ πάντων ὁρῶμεν ὑπάρχοντα, περὶ δὲ τούτου συμβαίνει τοὐναντίον· ἅπαντα γὰρ τὰ γινόμενα καὶ φθειρόμενα φαίνεται.’ Ἀλεξάνδρου ἐξήγησις. ‘Ἐκθέμενος τὰς δόξας τὰς τῶν πρὸ αὑτοῦ, ἃς εἶχον περὶ τοῦ κόσμου, καὶ ζητῶν, τί καλῶς αὐτοῖς ἢ τί μὴ καλῶς εἴρηται, πρῶτον λέγει πρὸς τοὺς γενητὸν μὲν αὐτὸν ποιοῦντας ἄφθαρτον δέ, ὧν ἦσαν οἱ θεολόγοι, ὡς εἶπον, καὶ Πλάτων, ὧν καὶ πρῶτον τὴν δόξαν ἔθετο. ὅτι γὰρ καὶ Πλάτων τῆσδε τῆς δόξης καὶ οὐχ, ὡς τινές φασιν τῶν Πλατωνικῶν, ἀγένητον ὄντα τὸν κόσμον κατ' αὐτὸν γενητὸν λέγεσθαι τῷ ἐν γενέσει τὸ εἶναι ἔχειν, ἐξ αὐτῶν τῶν ὑπὸ Πλάτωνος ἐν τῷ Τιμαίῳ λεγομένων γνωρίσαι τις ἄν· τὸ μὲν γὰρ οὕτως γενητόν, ὡς οὗτοι βούλονται τὸν κόσμον ὑπ'