Ancient Greek
Page 214
Joannes Philoponus Phil., De aeternitate mundi 214
Not analysed yet
αὐτοῦ λέγεσθαι, γινόμενόν ἐστιν καὶ ἀπολλύμενον, γεγονὸς δὲ οὐδέποτε· διαιρούμενος γοῦν τὰ ὄντα φησὶν ‘τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί <τὸ> γινόμενον μέν, ὂν δὲ οὐδέποτε’· ἐπὶ δὲ τοῦ κόσμου οὐ τῷ γίνεσθαι χρῆται ἀλλὰ τῷ γεγονέναι καὶ τὴν ἀρχὴν προτίθεται ζητῆσαι οὐκ εἰ γινόμενος ἀλλ' εἰ γεγονὼς ἢ ἀγένητος· λέγει γοῦν ‘ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν’· οὐ γὰρ προτίθεται ζητῆσαι, εἰ γίνεται, ἀλλ' εἰ γέγονεν ἢ ἀγένητός ἐστιν. γελοῖοι γάρ εἰσιν οἱ πειρώμενοι τὸ ἤ εἰς τὸ εἴ μεταγράφειν καὶ ἀναγινώσκειν ‘εἰ γέγονεν, εἰ καὶ ἀγενές ἐστιν’· πρὸς γὰρ τῷ ἄτοπον εἶναι τὸ μεταγράφειν τὰ μὴ οὕτως ἔχοντα προσέτι καὶ ἀδιανόητόν ἐστιν καὶ οὐδαμῶς τοῖς ἐφεξῆς λεγομένοις συνᾴδει τὸ λεγόμενον ὑπ' αὐτῶν· λέγει γὰρ ὀλίγον προελθὼν ἐπιδιορίζων πάλιν τὸ αὐτὸ πρόβλημα ‘πότερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος’· τὸ γὰρ ‘ἀπ' ἀρχῆς τινος ἀρξάμενος’ οὐκέτι χώραν δώσει τὸ ‘εἰ καὶ ἀγενές ἐστιν’ μεταγράφουσιν· προθέμενος δὲ περὶ τούτου ζητεῖν ἐφεξῆς δείκνυσιν, ὅτι γέγονεν, δηλονότι ἀπ' ἀρχῆς τινος ἀρξάμενος (τοῦτο γὰρ ἦν προκείμενον), ἥτις οὐκ ἄλλη τις ἂν ἢ ἡ κατὰ χρόνον εἴη. καὶ γὰρ εἰ τὸ γινόμενον ἔτι οὔπω γέγονεν, τὸ