Ancient Greek · ~5 min
Page 215
Joannes Philoponus Phil., De aeternitate mundi 215
Not analysed yet
γεγονὸς δῆλον ὡς οὐκέτι γίνεται· γεγονέναι δὲ τὸν κόσμον λέγει· οὐκ ἄρα γινόμενός ἐστιν κατ' αὐτόν· ὡς γεγονὼς γὰρ ἀρξάμενος τοῦ γίγνεσθαι τέλος εἴληφεν ἤδη τῆς γενέσεως. καὶ γὰρ εἰ οὕτως ἔλεγεν γενητὸν τὸν κόσμον ὡς ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχοντα, ἔδει αὐτὸν δέχεσθαι καὶ τὸ φθαρτὸν αὐτὸν εἶναι· τῷ γὰρ οὕτω γινομένῳ συγκεκλήρωται τὸ ὡς γίνεσθαι καὶ φθείρεσθαι· λέγων δὲ αὐτὸν γενητὸν οὐκέτι συγχωρεῖ τὸ καὶ ἄφθαρτον αὐτὸν εἶναι· πῶς γὰρ αὐτὸν ἄφθαρτον λέγεσθαί φασιν ὑπ' αὐτοῦ; εἰ μὲν γὰρ οὕτως λέγοιεν ὡς μὴ ἐν τῷ φθείρεσθαι τὸ εἶναι ἔχοντα, ἴσως ἂν ὁ τοιοῦτος ἄφθαρτον αὐτὸν εἶναι λέγων ὡς ἀναιρεῖν τὸ ἐν τῷ φθείρεσθαι τὸ εἶναι ἔχειν οὐδ' ἂν γίνεσθαι αὐτὸν ἐκεῖνος ἔτι λέγοι· συνέζευκται γὰρ ἡ τοιαύτη γένεσις τῇ τοιαύτῃ φθορᾷ. εἰ δὲ ἄφθαρτον αὐτὸν κατὰ χρόνον λέγοι, δῆλον ὡς καὶ τῷ γενητῷ ἂν εἴη κατὰ χρόνον χρώμενος· τῷ γὰρ οὕτως ἀφθάρτῳ τὸ οὕτως γενητὸν ἀντικεῖσθαι ἀνάγκη. ἔτι τὸ ἕπεσθαι δοκοῦν τῷ γενητῷ φθαρτὸν ἀναιρεῖν βουλόμενος ἄφθαρτον αὐτὸν λέγει· εἰ δὲ κατὰ χρόνον ἄφθαρτον αὐτὸν λέγει, τοῦτ' ἂν ἑπόμενον λαμβάνοι τῷ γενητῷ· ἀλλὰ μὴν οὐ τῷ ἐν γενέσει τὸ εἶναι ἔχοντι γενητῷ ἕπεται, ἀλλὰ τῷ ἀπ' ἀρχῆς χρόνου γεγονότι· δηλονότι γέγονεν οὗτος ὁ κόσμος κατ' αὐτόν. ἀλλὰ καὶ τὸ αἰτίαν τινὰ ζητεῖν αὐτὸν τῆς ἀφθαρσίας, ὃ ποιεῖ Πλάτων, ὁμολογοῦντός ἐστιν τὸ ἀπ'